Τρίτη, 20 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
 8:1 Και εγένετο εν τω καθεξης και αυτος διώδευεν κατα πόλιν και κώμην κηρύσσων και ευαγγελιζόμενος την βασιλείαν του θεου, και οι δώδεκα συν αυτω, 2 και γυναικές τινες αι ησαν τεθεραπευμέναι απο πνευμάτων πονηρων και ασθενειων, Μαρία η καλουμένη Μαγδαληνή, αφ' ης δαιμόνια επτα εξεληλύθει, 3 και Ιωάννα γυνη Χουζα επιτρόπου Ηρώδου και Σουσάννα και ετεραι πολλαί, αιτινες διηκόνουν αυτοις εκ των υπαρχόντων αυταις. 4 Συνιόντος δε οχλου πολλου και των κατα πόλιν επιπορευομένων προς αυτον ειπεν δια παραβολης, 5 Εξηλθεν ο σπείρων του σπειραι τον σπόρον αυτου. και εν τω σπείρειν αυτον ο μεν επεσεν παρα την οδόν, και κατεπατήθη και τα πετεινα του ουρανου κατέφαγεν αυτό. 6 και ετερον κατέπεσεν επι την πέτραν, και φυεν εξηράνθη δια το μη εχειν ικμάδα. 7 και ετερον επεσεν εν μέσω των ακανθων, και συμφυεισαι αι ακανθαι απέπνιξαν αυτό. 8 και ετερον επεσεν εις την γην την αγαθήν, και φυεν εποίησεν καρπον εκατονταπλασίονα. ταυτα λέγων εφώνει, Ο εχων ωτα ακούειν ακουέτω. 9 Επηρώτων δε αυτον οι μαθηται αυτου τίς αυτη ειη η παραβολή. 10 ο δε ειπεν, Υμιν δέδοται γνωναι τα μυστήρια της βασιλείας του θεου, τοις δε λοιποις εν παραβολαις, ινα βλέποντες μη βλέπωσιν και ακούοντες μη συνιωσιν. 11 Εστιν δε αυτη η παραβολή. Ο σπόρος εστιν ο λόγος του θεου. 12 οι δε παρα την οδόν εισιν οι ακούσαντες, ειτα ερχεται ο διάβολος και αιρει τον λόγον απο της καρδίας αυτων, ινα μη πιστεύσαντες σωθωσιν. 13 οι δε επι της πέτρας οι οταν ακούσωσιν μετα χαρας δέχονται τον λόγον, και ουτοι ρίζαν ουκ εχουσιν, οι προς καιρον πιστεύουσιν και εν καιρω πειρασμου αφίστανται. 14 το δε εις τας ακάνθας πεσόν, ουτοί εισιν οι ακούσαντες, και υπο μεριμνων και πλούτου και ηδονων του βίου πορευόμενοι συμπνίγονται και ου τελεσφορουσιν. 15 το δε εν τη καλη γη, ουτοί εισιν οιτινες εν καρδία καλη και αγαθη ακούσαντες τον λόγον κατέχουσιν και καρποφορουσιν εν υπομονη. 16 Ουδεις δε λύχνον αψας καλύπτει αυτον σκεύει η υποκάτω κλίνης τίθησιν, αλλ' επι λυχνίας τίθησιν, ινα οι εισπορευόμενοι βλέπωσιν το φως. 17 ου γάρ εστιν κρυπτον ο ου φανερον γενήσεται, ουδε απόκρυφον ο ου μη γνωσθη και εις φανερον ελθη. 18 βλέπετε ουν πως ακούετε. ος αν γαρ εχη, δοθήσεται αυτω, και ος αν μη εχη, και ο δοκει εχειν αρθήσεται απ' αυτου. 19 Παρεγένετο δε προς αυτον η μήτηρ και οι αδελφοι αυτου, και ουκ ηδύναντο συντυχειν αυτω δια τον οχλον. 20 απηγγέλη δε αυτω, Η μήτηρ σου και οι αδελφοί σου εστήκασιν εξω ιδειν θέλοντές σε. 21 ο δε αποκριθεις ειπεν προς αυτούς, Μήτηρ μου και αδελφοί μου ουτοί εισιν οι τον λόγον του θεου ακούοντες και ποιουντες. 22 Εγένετο δε εν μια των ημερων και αυτος ενέβη εις πλοιον και οι μαθηται αυτου, και ειπεν προς αυτούς, Διέλθωμεν εις το πέραν της λίμνης. και ανήχθησαν. 23 πλεόντων δε αυτων αφύπνωσεν. και κατέβη λαιλαψ ανέμου εις την λίμνην, και συνεπληρουντο και εκινδύνευον. 24 προσελθόντες δε διήγειραν αυτον λέγοντες, Επιστάτα επιστάτα, απολλύμεθα. ο δε διεγερθεις επετίμησεν τω ανέμω και τω κλύδωνι του υδατος. και επαύσαντο, και εγένετο γαλήνη. 25 ειπεν δε αυτοις, Που η πίστις υμων; φοβηθέντες δε εθαύμασαν, λέγοντες προς αλλήλους, Τίς αρα ουτός εστιν οτι και τοις ανέμοις επιτάσσει και τω υδατι, και υπακούουσιν αυτω; 26 Και κατέπλευσαν εις την χώραν των Γερασηνων, ητις εστιν αντιπέρα της Γαλιλαίας. 27 εξελθόντι δε αυτω επι την γην υπήντησεν ανήρ τις εκ της πόλεως εχων δαιμόνια. και χρόνω ικανω ουκ ενεδύσατο ιμάτιον, και εν οικία ουκ εμενεν αλλ' εν τοις μνήμασιν. 28 ιδων δε τον Ιησουν ανακράξας προσέπεσεν αυτω και φωνη μεγάλη ειπεν, Τί εμοι και σοί, Ιησου υιε του θεου του υψίστου; δέομαί σου, μή με βασανίσης. 29 παρήγγειλεν γαρ τω πνεύματι τω ακαθάρτω εξελθειν απο του ανθρώπου. πολλοις γαρ χρόνοις συνηρπάκει αυτόν, και εδεσμεύετο αλύσεσιν και πέδαις φυλασσόμενος, και διαρρήσσων τα δεσμα ηλαύνετο υπο του δαιμονίου εις τας ερήμους. 30 επηρώτησεν δε αυτον ο Ιησους, Τί σοι ονομά εστιν; ο δε ειπεν, Λεγιών, οτι εισηλθεν δαιμόνια πολλα εις αυτόν. 31 και παρεκάλουν αυτον ινα μη επιτάξη αυτοις εις την αβυσσον απελθειν. 32 Ην δε εκει αγέλη χοίρων ικανων βοσκομένη εν τω ορει. και παρεκάλεσαν αυτον ινα επιτρέψη αυτοις εις εκείνους εισελθειν. και επέτρεψεν αυτοις. 33 εξελθόντα δε τα δαιμόνια απο του ανθρώπου εισηλθον εις τους χοίρους, και ωρμησεν η αγέλη κατα του κρημνου εις την λίμνην και απεπνίγη. 34 ιδόντες δε οι βόσκοντες το γεγονος εφυγον και απήγγειλαν εις την πόλιν και εις τους αγρούς. 35 εξηλθον δε ιδειν το γεγονος και ηλθον προς τον Ιησουν, και ευρον καθήμενον τον ανθρωπον αφ' ου τα δαιμόνια εξηλθεν ιματισμένον και σωφρονουντα παρα τους πόδας του Ιησου, και εφοβήθησαν. 36 απήγγειλαν δε αυτοις οι ιδόντες πως εσώθη ο δαιμονισθείς. 37 και ηρώτησεν αυτον απαν το πληθος της περιχώρου των Γερασηνων απελθειν απ' αυτων, οτι φόβω μεγάλω συνείχοντο. αυτος δε εμβας εις πλοιον υπέστρεψεν. 38 εδειτο δε αυτου ο ανηρ αφ' ου εξεληλύθει τα δαιμόνια ειναι συν αυτω. απέλυσεν δε αυτον λέγων, 39 Υπόστρεφε εις τον οικόν σου, και διηγου οσα σοι εποίησεν ο θεός. και απηλθεν καθ' ολην την πόλιν κηρύσσων οσα εποίησεν αυτω ο Ιησους. 40 Εν δε τω υποστρέφειν τον Ιησουν απεδέξατο αυτον ο οχλος, ησαν γαρ πάντες προσδοκωντες αυτόν. 41 και ιδου ηλθεν ανηρ ω ονομα Ιάϊρος, και ουτος αρχων της συναγωγης υπηρχεν, και πεσων παρα τους πόδας του Ιησου παρεκάλει αυτον εισελθειν εις τον οικον αυτου, 42 οτι θυγάτηρ μονογενης ην αυτω ως ετων δώδεκα και αυτη απέθνησκεν. Εν δε τω υπάγειν αυτον οι οχλοι συνέπνιγον αυτόν. 43 και γυνη ουσα εν ρύσει αιματος απο ετων δώδεκα, ητις ιατροις προσαναλώσασα ολον τον βίον ουκ ισχυσεν απ' ουδενος θεραπευθηναι, 44 προσελθουσα οπισθεν ηψατο του κρασπέδου του ιματίου αυτου, και παραχρημα εστη η ρύσις του αιματος αυτης. 45 και ειπεν ο Ιησους, Τίς ο αψάμενός μου; αρνουμένων δε πάντων ειπεν ο Πέτρος, Επιστάτα, οι οχλοι συνέχουσίν σε και αποθλίβουσιν. 46 ο δε Ιησους ειπεν, Ηψατό μού τις, εγω γαρ εγνων δύναμιν εξεληλυθυιαν απ' εμου. 47 ιδουσα δε η γυνη οτι ουκ ελαθεν τρέμουσα ηλθεν και προσπεσουσα αυτω δι' ην αιτίαν ηψατο αυτου απήγγειλεν ενώπιον παντος του λαου και ως ιάθη παραχρημα. 48 ο δε ειπεν αυτη, Θυγάτηρ, η πίστις σου σέσωκέν σε. πορεύου εις ειρήνην. 49 Ετι αυτου λαλουντος ερχεταί τις παρα του αρχισυναγώγου λέγων οτι Τέθνηκεν η θυγάτηρ σου, μηκέτι σκύλλε τον διδάσκαλον. 50 ο δε Ιησους ακούσας απεκρίθη αυτω, Μη φοβου, μόνον πίστευσον, και σωθήσεται. 51 ελθων δε εις την οικίαν ουκ αφηκεν εισελθειν τινα συν αυτω ει μη Πέτρον και Ιωάννην και Ιάκωβον και τον πατέρα της παιδος και την μητέρα. 52 εκλαιον δε πάντες και εκόπτοντο αυτήν. ο δε ειπεν, Μη κλαίετε, ου γαρ απέθανεν αλλα καθεύδει. 53 και κατεγέλων αυτου, ειδότες οτι απέθανεν. 54 αυτος δε κρατήσας της χειρος αυτης εφώνησεν λέγων, Η παις, εγειρε. 55 και επέστρεψεν το πνευμα αυτης, και ανέστη παραχρημα, και διέταξεν αυτη δοθηναι φαγειν. 56 και εξέστησαν οι γονεις αυτης. ο δε παρήγγειλεν αυτοις μηδενι ειπειν το γεγονός.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου