Πέμπτη, 29 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
12:1 Εν οις επισυναχθεισων των μυριάδων του οχλου, ωστε καταπατειν αλλήλους, ηρξατο λέγειν προς τους μαθητας αυτου πρωτον, Προσέχετε εαυτοις απο της ζύμης, ητις εστιν υπόκρισις, των Φαρισαίων. 2 ουδεν δε συγκεκαλυμμένον εστιν ο ουκ αποκαλυφθήσεται, και κρυπτον ο ου γνωσθήσεται. 3 ανθ' ων οσα εν τη σκοτία ειπατε εν τω φωτι ακουσθήσεται, και ο προς το ους ελαλήσατε εν τοις ταμείοις κηρυχθήσεται επι των δωμάτων. 4 Λέγω δε υμιν τοις φίλοις μου, μη φοβηθητε απο των αποκτεινόντων το σωμα και μετα ταυτα μη εχόντων περισσότερόν τι ποιησαι. 5 υποδείξω δε υμιν τίνα φοβηθητε. φοβήθητε τον μετα το αποκτειναι εχοντα εξουσίαν εμβαλειν εις την γέενναν. ναί, λέγω υμιν, τουτον φοβήθητε. 6 ουχι πέντε στρουθία πωλουνται ασσαρίων δύο; και εν εξ αυτων ουκ εστιν επιλελησμένον ενώπιον του θεου. 7 αλλα και αι τρίχες της κεφαλης υμων πασαι ηρίθμηνται. μη φοβεισθε. πολλων στρουθίων διαφέρετε. 8 Λέγω δε υμιν, πας ος αν ομολογήση εν εμοι εμπροσθεν των ανθρώπων, και ο υιος του ανθρώπου ομολογήσει εν αυτω εμπροσθεν των αγγέλων του θεου. 9 ο δε αρνησάμενός με ενώπιον των ανθρώπων απαρνηθήσεται ενώπιον των αγγέλων του θεου. 10 και πας ος ερει λόγον εις τον υιον του ανθρώπου, αφεθήσεται αυτω. τω δε εις το αγιον πνευμα βλασφημήσαντι ουκ αφεθήσεται. 11 οταν δε εισφέρωσιν υμας επι τας συναγωγας και τας αρχας και τας εξουσίας, μη μεριμνήσητε πως η τί απολογήσησθε η τί ειπητε. 12 το γαρ αγιον πνευμα διδάξει υμας εν αυτη τη ωρα α δει ειπειν. 13 Ειπεν δέ τις εκ του οχλου αυτω, Διδάσκαλε, ειπε τω αδελφω μου μερίσασθαι μετ' εμου την κληρονομίαν. 14 ο δε ειπεν αυτω, Ανθρωπε, τίς με κατέστησεν κριτην η μεριστην εφ' υμας; 15 ειπεν δε προς αυτούς, Ορατε και φυλάσσεσθε απο πάσης πλεονεξίας, οτι ουκ εν τω περισσεύειν τινι η ζωη αυτου εστιν εκ των υπαρχόντων αυτω. 16 Ειπεν δε παραβολην προς αυτους λέγων, Ανθρώπου τινος πλουσίου ευφόρησεν η χώρα. 17 και διελογίζετο εν εαυτω λέγων, Τί ποιήσω, οτι ουκ εχω που συνάξω τους καρπούς μου; 18 και ειπεν, Τουτο ποιήσω. καθελω μου τας αποθήκας και μείζονας οικοδομήσω, και συνάξω εκει πάντα τον σιτον και τα αγαθά μου, 19 και ερω τη ψυχη μου, Ψυχή, εχεις πολλα αγαθα κείμενα εις ετη πολλά. αναπαύου, φάγε, πίε, ευφραίνου. 20 ειπεν δε αυτω ο θεός, Αφρων, ταύτη τη νυκτι την ψυχήν σου απαιτουσιν απο σου. α δε ητοίμασας, τίνι εσται; 21 ουτως ο θησαυρίζων εαυτω και μη εις θεον πλουτων. 22 Ειπεν δε προς τους μαθητάς αυτου, Δια τουτο λέγω υμιν, μη μεριμνατε τη ψυχη τί φάγητε, μηδε τω σώματι τί ενδύσησθε. 23 η γαρ ψυχη πλειόν εστιν της τροφης και το σωμα του ενδύματος. 24 κατανοήσατε τους κόρακας οτι ου σπείρουσιν ουδε θερίζουσιν, οις ουκ εστιν ταμειον ουδε αποθήκη, και ο θεος τρέφει αυτούς. πόσω μαλλον υμεις διαφέρετε των πετεινων. 25 τίς δε εξ υμων μεριμνων δύναται επι την ηλικίαν αυτου προσθειναι πηχυν; 26 ει ουν ουδε ελάχιστον δύνασθε, τί περι των λοιπων μεριμνατε; 27 κατανοήσατε τα κρίνα πως αυξάνει. ου κοπια ουδε νήθει. λέγω δε υμιν, ουδε Σολομων εν πάση τη δόξη αυτου περιεβάλετο ως εν τούτων. 28 ει δε εν αγρω τον χόρτον οντα σήμερον και αυριον εις κλίβανον βαλλόμενον ο θεος ουτως αμφιέζει, πόσω μαλλον υμας, ολιγόπιστοι. 29 και υμεις μη ζητειτε τί φάγητε και τί πίητε, και μη μετεωρίζεσθε. 30 ταυτα γαρ πάντα τα εθνη του κόσμου επιζητουσιν. υμων δε ο πατηρ οιδεν οτι χρήζετε τούτων. 31 πλην ζητειτε την βασιλείαν αυτου, και ταυτα προστεθήσεται υμιν. 32 Μη φοβου, το μικρον ποίμνιον, οτι ευδόκησεν ο πατηρ υμων δουναι υμιν την βασιλείαν. 33 Πωλήσατε τα υπάρχοντα υμων και δότε ελεημοσύνην. ποιήσατε εαυτοις βαλλάντια μη παλαιούμενα, θησαυρον ανέκλειπτον εν τοις ουρανοις, οπου κλέπτης ουκ εγγίζει ουδε σης διαφθείρει. 34 οπου γάρ εστιν ο θησαυρος υμων, εκει και η καρδία υμων εσται. 35 Εστωσαν υμων αι οσφύες περιεζωσμέναι και οι λύχνοι καιόμενοι, 36 και υμεις ομοιοι ανθρώποις προσδεχομένοις τον κύριον εαυτων πότε αναλύση εκ των γάμων, ινα ελθόντος και κρούσαντος ευθέως ανοίξωσιν αυτω. 37 μακάριοι οι δουλοι εκεινοι, ους ελθων ο κύριος ευρήσει γρηγορουντας. αμην λέγω υμιν οτι περιζώσεται και ανακλινει αυτους και παρελθων διακονήσει αυτοις. 38 καν εν τη δευτέρα καν εν τη τρίτη φυλακη ελθη και ευρη ουτως, μακάριοί εισιν εκεινοι. 39 τουτο δε γινώσκετε οτι ει ηδει ο οικοδεσπότης ποία ωρα ο κλέπτης ερχεται, ουκ αν αφηκεν διορυχθηναι τον οικον αυτου. 40 και υμεις γίνεσθε ετοιμοι, οτι η ωρα ου δοκειτε ο υιος του ανθρώπου ερχεται. 41 Ειπεν δε ο Πέτρος, Κύριε, προς ημας την παραβολην ταύτην λέγεις η και προς πάντας; 42 και ειπεν ο κύριος, Τίς αρα εστιν ο πιστος οικονόμος ο φρόνιμος, ον καταστήσει ο κύριος επι της θεραπείας αυτου του διδόναι εν καιρω το σιτομέτριον; 43 μακάριος ο δουλος εκεινος, ον ελθων ο κύριος αυτου ευρήσει ποιουντα ουτως. 44 αληθως λέγω υμιν οτι επι πασιν τοις υπάρχουσιν αυτου καταστήσει αυτόν. 45 εαν δε ειπη ο δουλος εκεινος εν τη καρδία αυτου, Χρονίζει ο κύριός μου ερχεσθαι, και αρξηται τύπτειν τους παιδας και τας παιδίσκας, εσθίειν τε και πίνειν και μεθύσκεσθαι, 46 ηξει ο κύριος του δούλου εκείνου εν ημέρα η ου προσδοκα και εν ωρα η ου γινώσκει, και διχοτομήσει αυτον και το μέρος αυτου μετα των απίστων θήσει. 47 εκεινος δε ο δουλος ο γνους το θέλημα του κυρίου αυτου και μη ετοιμάσας η ποιήσας προς το θέλημα αυτου δαρήσεται πολλάς. 48 ο δε μη γνούς, ποιήσας δε αξια πληγων, δαρήσεται ολίγας. παντι δε ω εδόθη πολύ, πολυ ζητηθήσεται παρ' αυτου, και ω παρέθεντο πολύ, περισσότερον αιτήσουσιν αυτόν. 49 Πυρ ηλθον βαλειν επι την γην, και τί θέλω ει ηδη ανήφθη. 50 βάπτισμα δε εχω βαπτισθηναι, και πως συνέχομαι εως οτου τελεσθη. 51 δοκειτε οτι ειρήνην παρεγενόμην δουναι εν τη γη; ουχί, λέγω υμιν, αλλ η διαμερισμόν. 52 εσονται γαρ απο του νυν πέντε εν ενι οικω διαμεμερισμένοι, τρεις επι δυσιν και δύο επι τρισίν, 53 διαμερισθήσονται πατηρ επι υιω και υιος επι πατρί, μήτηρ επι την θυγατέρα και θυγάτηρ επι την μητέρα, πενθερα επι την νύμφην αυτης και νύμφη επι την πενθεράν. 54 Ελεγεν δε και τοις οχλοις, Οταν ιδητε την νεφέλην ανατέλλουσαν επι δυσμων, ευθέως λέγετε οτι Ομβρος ερχεται, και γίνεται ουτως. 55 και οταν νότον πνέοντα, λέγετε οτι Καύσων εσται, και γίνεται. 56 υποκριταί, το πρόσωπον της γης και του ουρανου οιδατε δοκιμάζειν, τον καιρον δε τουτον πως ουκ οιδατε δοκιμάζειν; 57 Τί δε και αφ' εαυτων ου κρίνετε το δίκαιον; 58 ως γαρ υπάγεις μετα του αντιδίκου σου επ' αρχοντα, εν τη οδω δος εργασίαν απηλλάχθαι απ' αυτου, μήποτε κατασύρη σε προς τον κριτήν, και ο κριτής σε παραδώσει τω πράκτορι, και ο πράκτωρ σε βαλει εις φυλακήν. 59 λέγω σοι, ου μη εξέλθης εκειθεν εως και το εσχατον λεπτον αποδως. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου