Σάββατο, 1 Δεκεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
13:1 Παρησαν δέ τινες εν αυτω τω καιρω απαγγέλλοντες αυτω περι των Γαλιλαίων ων το αιμα Πιλατος εμιξεν μετα των θυσιων αυτων. 2 και αποκριθεις ειπεν αυτοις, Δοκειτε οτι οι Γαλιλαιοι ουτοι αμαρτωλοι παρα πάντας τους Γαλιλαίους εγένοντο, οτι ταυτα πεπόνθασιν; 3 ουχί, λέγω υμιν, αλλ' εαν μη μετανοητε πάντες ομοίως απολεισθε. 4 η εκεινοι οι δεκαοκτω εφ' ους επεσεν ο πύργος εν τω Σιλωαμ και απέκτεινεν αυτούς, δοκειτε οτι αυτοι οφειλέται εγένοντο παρα πάντας τους ανθρώπους τους κατοικουντας Ιερουσαλήμ; 5 ουχί, λέγω υμιν, αλλ' εαν μη μετανοητε πάντες ωσαύτως απολεισθε. 6 Ελεγεν δε ταύτην την παραβολήν. Συκην ειχέν τις πεφυτευμένην εν τω αμπελωνι αυτου, και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν. 7 ειπεν δε προς τον αμπελουργόν, Ιδου τρία ετη αφ' ου ερχομαι ζητων καρπον εν τη συκη ταύτη και ουχ ευρίσκω. εκκοψον ουν αυτήν. ινατί και την γην καταργει; 8 ο δε αποκριθεις λέγει αυτω, Κύριε, αφες αυτην και τουτο το ετος, εως οτου σκάψω περι αυτην και βάλω κόπρια. 9 καν μεν ποιήση καρπον εις το μέλλον,ν ει δε μή γε, εκκόψεις αυτήν. 10 Ην δε διδάσκων εν μια των συναγωγων εν τοις σάββασιν. 11 και ιδου γυνη πνευμα εχουσα ασθενείας ετη δεκαοκτώ, και ην συγκύπτουσα και μη δυναμένη ανακύψαι εις το παντελές. 12 ιδων δε αυτην ο Ιησους προσεφώνησεν και ειπεν αυτη, Γύναι, απολέλυσαι της ασθενείας σου, 13 και επέθηκεν αυτη τας χειρας. και παραχρημα ανωρθώθη, και εδόξαζεν τον θεόν. 14 αποκριθεις δε ο αρχισυνάγωγος, αγανακτων οτι τω σαββάτω εθεράπευσεν ο Ιησους, ελεγεν τω οχλω οτι Εξ ημέραι εισιν εν αις δει εργάζεσθαι. εν αυταις ουν ερχόμενοι θεραπεύεσθε και μη τη ημέρα του σαββάτου. 15 απεκρίθη δε αυτω ο κύριος και ειπεν, Υποκριταί, εκαστος υμων τω σαββάτω ου λύει τον βουν αυτου η τον ονον απο της φάτνης και απαγαγων ποτίζει; 16 ταύτην δε θυγατέρα Αβρααμ ουσαν, ην εδησεν ο Σατανας ιδου δέκα και οκτω ετη, ουκ εδει λυθηναι απο του δεσμου τούτου τη ημέρα του σαββάτου; 17 και ταυτα λέγοντος αυτου κατησχύνοντο πάντες οι αντικείμενοι αυτω, και πας ο οχλος εχαιρεν επι πασιν τοις ενδόξοις τοις γινομένοις υπ' αυτου. 18 Ελεγεν ουν, Τίνι ομοία εστιν η βασιλεία του θεου, και τίνι ομοιώσω αυτήν; 19 ομοία εστιν κόκκω σινάπεως, ον λαβων ανθρωπος εβαλεν εις κηπον εαυτου, και ηυξησεν και εγένετο εις δένδρον, και τα πετεινα του ουρανου κατεσκήνωσεν εν τοις κλάδοις αυτου. 20 Και πάλιν ειπεν, Τίνι ομοιώσω την βασιλείαν του θεου; 21 ομοία εστιν ζύμη, ην λαβουσα γυνη ενέκρυψεν εις αλεύρου σάτα τρία εως ου εζυμώθη ολον. 22 Και διεπορεύετο κατα πόλεις και κώμας διδάσκων και πορείαν ποιούμενος εις Ιεροσόλυμα. 23 ειπεν δέ τις αυτω, Κύριε, ει ολίγοι οι σωζόμενοι; ο δε ειπεν προς αυτούς, 24 Αγωνίζεσθε εισελθειν δια της στενης θύρας, οτι πολλοί, λέγω υμιν, ζητήσουσιν εισελθειν και ουκ ισχύσουσιν. 25 αφ' ου αν εγερθη ο οικοδεσπότης και αποκλείση την θύραν, και αρξησθε εξω εστάναι και κρούειν την θύραν λέγοντες, Κύριε, ανοιξον ημιν. και αποκριθεις ερει υμιν, Ουκ οιδα υμας πόθεν εστέ. 26 τότε αρξεσθε λέγειν, Εφάγομεν ενώπιόν σου και επίομεν, και εν ταις πλατείαις ημων εδίδαξας. 27 και ερει λέγων υμιν, Ουκ οιδα υμας πόθεν εστέ. απόστητε απ' εμου, πάντες εργάται αδικίας. 28 εκει εσται ο κλαυθμος και ο βρυγμος των οδόντων, οταν οψεσθε Αβρααμ και Ισαακ και Ιακωβ και πάντας τους προφήτας εν τη βασιλεία του θεου, υμας δε εκβαλλομένους εξω. 29 και ηξουσιν απο ανατολων και δυσμων και απο βορρα και νότου και ανακλιθήσονται εν τη βασιλεία του θεου. 30 και ιδου εισιν εσχατοι οι εσονται πρωτοι, και εισιν πρωτοι οι εσονται εσχατοι. 31 Εν αυτη τη ωρα προσηλθάν τινες Φαρισαιοι λέγοντες αυτω, Εξελθε και πορεύου εντευθεν, οτι Ηρώδης θέλει σε αποκτειναι. 32 και ειπεν αυτοις, Πορευθέντες ειπατε τη αλώπεκι ταύτη, Ιδου εκβάλλω δαιμόνια και ιάσεις αποτελω σήμερον και αυριον, και τη τρίτη τελειουμαι. 33 πλην δει με σήμερον και αυριον και τη εχομένη πορεύεσθαι, οτι ουκ ενδέχεται προφήτην απολέσθαι εξω Ιερουσαλήμ. 34 Ιερουσαλημ Ιερουσαλήμ, η αποκτείνουσα τους προφήτας και λιθοβολουσα τους απεσταλμένους προς αυτήν, ποσάκις ηθέλησα επισυνάξαι τα τέκνα σου ον τρόπον ορνις την εαυτης νοσσιαν υπο τας πτέρυγας, και ουκ ηθελήσατε. 35 ιδου αφίεται υμιν ο οικος υμων. λέγω δε υμιν, ου μη ιδητέ με εως ηξει οτε ειπητε, Ευλογημένος ο ερχόμενος εν ονόματι κυρίου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου