Πέμπτη, 13 Δεκεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
15:1 Ησαν δε αυτω εγγίζοντες πάντες οι τελωναι και οι αμαρτωλοι ακούειν αυτου. 2 και διεγόγγυζον οι τε Φαρισαιοι και οι γραμματεις λέγοντες οτι Ουτος αμαρτωλους προσδέχεται και συνεσθίει αυτοις. 3 ειπεν δε προς αυτους την παραβολην ταύτην λέγων, 4 Τίς ανθρωπος εξ υμων εχων εκατον πρόβατα και απολέσας εξ αυτων εν ου καταλείπει τα ενενήκοντα εννέα εν τη ερήμω και πορεύεται επι το απολωλος εως ευρη αυτό; 5 και ευρων επιτίθησιν επι τους ωμους αυτου χαίρων, 6 και ελθων εις τον οικον συγκαλει τους φίλους και τους γείτονας λέγων αυτοις, Συγχάρητέ μοι, οτι ευρον το πρόβατόν μου το απολωλός. 7 λέγω υμιν οτι ουτως χαρα εν τω ουρανω εσται επι ενι αμαρτωλω μετανοουντι η επι ενενήκοντα εννέα δικαίοις οιτινες ου χρείαν εχουσιν μετανοίας. 8 Η τίς γυνη δραχμας εχουσα δέκα, εαν απολέση δραχμην μίαν, ουχι απτει λύχνον και σαροι την οικίαν και ζητει επιμελως εως ου ευρη; 9 και ευρουσα συγκαλει τας φίλας και γείτονας λέγουσα, Συγχάρητέ μοι, οτι ευρον την δραχμην ην απώλεσα. 10 ουτως, λέγω υμιν, γίνεται χαρα ενώπιον των αγγέλων του θεου επι ενι αμαρτωλω μετανοουντι. 11 Ειπεν δέ, Ανθρωπός τις ειχεν δύο υιούς. 12 και ειπεν ο νεώτερος αυτων τω πατρί, Πάτερ, δός μοι το επιβάλλον μέρος της ουσίας. ο δε διειλεν αυτοις τον βίον. 13 και μετ' ου πολλας ημέρας συναγαγων πάντα ο νεώτερος υιος απεδήμησεν εις χώραν μακράν, και εκει διεσκόρπισεν την ουσίαν αυτου ζων ασώτως. 14 δαπανήσαντος δε αυτου πάντα εγένετο λιμος ισχυρα κατα την χώραν εκείνην, και αυτος ηρξατο υστερεισθαι. 15 και πορευθεις εκολλήθη ενι των πολιτων της χώρας εκείνης, και επεμψεν αυτον εις τους αγρους αυτου βόσκειν χοίρους. 16 και επεθύμει χορτασθηναι εκ των κερατίων ων ησθιον οι χοιροι, και ουδεις εδίδου αυτω. 17 εις εαυτον δε ελθων εφη, Πόσοι μίσθιοι του πατρός μου περισσεύονται αρτων, εγω δε λιμω ωδε απόλλυμαι. 18 αναστας πορεύσομαι προς τον πατέρα μου και ερω αυτω, Πάτερ, ημαρτον εις τον ουρανον και ενώπιόν σου, 19 ουκέτι ειμι αξιος κληθηναι υιός σου. ποίησόν με ως ενα των μισθίων σου. 20 και αναστας ηλθεν προς τον πατέρα εαυτου. ετι δε αυτου μακραν απέχοντος ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνίσθη και δραμων επέπεσεν επι τον τράχηλον αυτου και κατεφίλησεν αυτόν. 21 ειπεν δε ο υιος αυτω, Πάτερ, ημαρτον εις τον ουρανον και ενώπιόν σου, ουκέτι ειμι αξιος κληθηναι υιός σου. 22 ειπεν δε ο πατηρ προς τους δούλους αυτου, Ταχυ εξενέγκατε στολην την πρώτην και ενδύσατε αυτόν, και δότε δακτύλιον εις την χειρα αυτου και υποδήματα εις τους πόδας, 23 και φέρετε τον μόσχον τον σιτευτόν, θύσατε και φαγόντες ευφρανθωμεν, 24 οτι ουτος ο υιός μου νεκρος ην και ανέζησεν, ην απολωλως και ευρέθη. και ηρξαντο ευφραίνεσθαι. 25 Ην δε ο υιος αυτου ο πρεσβύτερος εν αγρω. και ως ερχόμενος ηγγισεν τη οικία, ηκουσεν συμφωνίας και χορων, 26 και προσκαλεσάμενος ενα των παίδων επυνθάνετο τί αν ειη ταυτα. 27 ο δε ειπεν αυτω οτι Ο αδελφός σου ηκει, και εθυσεν ο πατήρ σου τον μόσχον τον σιτευτόν, οτι υγιαίνοντα αυτον απέλαβεν. 28 ωργίσθη δε και ουκ ηθελεν εισελθειν. ο δε πατηρ αυτου εξελθων παρεκάλει αυτόν. 29 ο δε αποκριθεις ειπεν τω πατρι αυτου, Ιδου τοσαυτα ετη δουλεύω σοι και ουδέποτε εντολήν σου παρηλθον, και εμοι ουδέποτε εδωκας εριφον ινα μετα των φίλων μου ευφρανθω. 30 οτε δε ο υιός σου ουτος ο καταφαγών σου τον βίον μετα πορνων ηλθεν, εθυσας αυτω τον σιτευτον μόσχον. 31 ο δε ειπεν αυτω, Τέκνον, συ πάντοτε μετ' εμου ει, και πάντα τα εμα σά εστιν. 32 ευφρανθηναι δε και χαρηναι εδει, οτι ο αδελφός σου ουτος νεκρος ην και εζησεν, και απολωλως και ευρέθη.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου