Παρασκευή, 28 Δεκεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
19:1 Και εισελθων διήρχετο την Ιεριχώ. 2 και ιδου ανηρ ονόματι καλούμενος Ζακχαιος, και αυτος ην αρχιτελώνης και αυτος πλούσιος. 3 και εζήτει ιδειν τον Ιησουν τίς εστιν, και ουκ ηδύνατο απο του οχλου οτι τη ηλικία μικρος ην. 4 και προδραμων εις το εμπροσθεν ανέβη επι συκομορέαν ινα ιδη αυτόν, οτι εκείνης ημελλεν διέρχεσθαι. 5 και ως ηλθεν επι τον τόπον, αναβλέψας ο Ιησους ειπεν προς αυτόν, Ζακχαιε, σπεύσας κατάβηθι, σήμερον γαρ εν τω οικω σου δει με μειναι. 6 και σπεύσας κατέβη, και υπεδέξατο αυτον χαίρων. 7 και ιδόντες πάντες διεγόγγυζον λέγοντες οτι Παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι. 8 σταθεις δε Ζακχαιος ειπεν προς τον κύριον, Ιδου τα ημίσιά μου των υπαρχόντων, κύριε, τοις πτωχοις δίδωμι, και ει τινός τι εσυκοφάντησα αποδίδωμι τετραπλουν. 9 ειπεν δε προς αυτον ο Ιησους οτι Σήμερον σωτηρία τω οικω τούτω εγένετο, καθότι και αυτος υιος Αβραάμ εστιν. 10 ηλθεν γαρ ο υιος του ανθρώπου ζητησαι και σωσαι το απολωλός. 11 Ακουόντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην δια το εγγυς ειναι Ιερουσαλημ αυτον και δοκειν αυτους οτι παραχρημα μέλλει η βασιλεία του θεου αναφαίνεσθαι. 12 ειπεν ουν, Ανθρωπός τις ευγενης επορεύθη εις χώραν μακραν λαβειν εαυτω βασιλείαν και υποστρέψαι. 13 καλέσας δε δέκα δούλους εαυτου εδωκεν αυτοις δέκα μνας και ειπεν προς αυτούς, Πραγματεύσασθε εν ω ερχομαι. 14 οι δε πολιται αυτου εμίσουν αυτόν, και απέστειλαν πρεσβείαν οπίσω αυτου λέγοντες, Ου θέλομεν τουτον βασιλευσαι εφ' ημας. 15 Και εγένετο εν τω επανελθειν αυτον λαβόντα την βασιλείαν και ειπεν φωνηθηναι αυτω τους δούλους τούτους οις δεδώκει το αργύριον, ινα γνοι τί διεπραγματεύσαντο. 16 παρεγένετο δε ο πρωτος λέγων, Κύριε, η μνα σου δέκα προσηργάσατο μνας. 17 και ειπεν αυτω, Ευγε, αγαθε δουλε, οτι εν ελαχίστω πιστος εγένου, ισθι εξουσίαν εχων επάνω δέκα πόλεων. 18 και ηλθεν ο δεύτερος λέγων, Η μνα σου, κύριε, εποίησεν πέντε μνας. 19 ειπεν δε και τούτω, Και συ επάνω γίνου πέντε πόλεων. 20 και ο ετερος ηλθεν λέγων, Κύριε, ιδου η μνα σου ην ειχον αποκειμένην εν σουδαρίω. 21 εφοβούμην γάρ σε, οτι ανθρωπος αυστηρος ει, αιρεις ο ουκ εθηκας και θερίζεις ο ουκ εσπειρας. 22 λέγει αυτω, Εκ του στόματός σου κρίνω σε, πονηρε δουλε. ηδεις οτι εγω ανθρωπος αυστηρός ειμι, αιρων ο ουκ εθηκα και θερίζων ο ουκ εσπειρα; 23 και δια τί ουκ εδωκάς μου το αργύριον επι τράπεζαν; καγω ελθων συν τόκω αν αυτο επραξα. 24 και τοις παρεστωσιν ειπεν, Αρατε απ' αυτου την μναν και δότε τω τας δέκα μνας εχοντι 25 , και ειπαν αυτω, Κύριε, εχει δέκα μνας,ς 26 λέγω υμιν οτι παντι τω εχοντι δοθήσεται, απο δε του μη εχοντος και ο εχει αρθήσεται. 27 πλην τους εχθρούς μου τούτους τους μη θελήσαντάς με βασιλευσαι επ' αυτους αγάγετε ωδε και κατασφάξατε αυτους εμπροσθέν μου. 28 Και ειπων ταυτα επορεύετο εμπροσθεν αναβαίνων εις Ιεροσόλυμα. 29 Και εγένετο ως ηγγισεν εις Βηθφαγη και Βηθανίαν προς το ορος το καλούμενον Ελαιων, απέστειλεν δύο των μαθητων 30 λέγων, Υπάγετε εις την κατέναντι κώμην, εν η εισπορευόμενοι ευρήσετε πωλον δεδεμένον, εφ' ον ουδεις πώποτε ανθρώπων εκάθισεν, και λύσαντες αυτον αγάγετε. 31 και εάν τις υμας ερωτα, Δια τί λύετε; ουτως ερειτε οτι Ο κύριος αυτου χρείαν εχει. 32 απελθόντες δε οι απεσταλμένοι ευρον καθως ειπεν αυτοις. 33 λυόντων δε αυτων τον πωλον ειπαν οι κύριοι αυτου προς αυτούς, Τί λύετε τον πωλον; 34 οι δε ειπαν οτι Ο κύριος αυτου χρείαν εχει. 35 και ηγαγον αυτον προς τον Ιησουν, και επιρίψαντες αυτων τα ιμάτια επι τον πωλον επεβίβασαν τον Ιησουν. 36 πορευομένου δε αυτου υπεστρώννυον τα ιμάτια αυτων εν τη οδω. 37 Εγγίζοντος δε αυτου ηδη προς τη καταβάσει του Ορους των Ελαιων ηρξαντο απαν το πληθος των μαθητων χαίροντες αινειν τον θεον φωνη μεγάλη περι πασων ων ειδον δυνάμεων, 38 λέγοντες, Ευλογημένος ο ερχόμενος ο βασιλευς εν ονόματι κυρίου. εν ουρανω ειρήνη και δόξα εν υψίστοις. 39 καί τινες των Φαρισαίων απο του οχλου ειπαν προς αυτόν, Διδάσκαλε, επιτίμησον τοις μαθηταις σου. 40 και αποκριθεις ειπεν, Λέγω υμιν, εαν ουτοι σιωπήσουσιν, οι λίθοι κράξουσιν. 41 Και ως ηγγισεν, ιδων την πόλιν εκλαυσεν επ' αυτήν, 42 λέγων οτι Ει εγνως εν τη ημέρα ταύτη και συ τα προς ειρήνην,ν νυν δε εκρύβη απο οφθαλμων σου. 43 οτι ηξουσιν ημέραι επι σε και παρεμβαλουσιν οι εχθροί σου χάρακά σοι και περικυκλώσουσίν σε και συνέξουσίν σε πάντοθεν, 44 και εδαφιουσίν σε και τα τέκνα σου εν σοί, και ουκ αφήσουσιν λίθον επι λίθον εν σοί, ανθ' ων ουκ εγνως τον καιρον της επισκοπης σου. 45 Και εισελθων εις το ιερον ηρξατο εκβάλλειν τους πωλουντας, 46 λέγων αυτοις, Γέγραπται, Και εσται ο οικός μου οικος προσευχης, υμεις δε αυτον εποιήσατε σπήλαιον ληστων. 47 Και ην διδάσκων το καθ' ημέραν εν τω ιερω. οι δε αρχιερεις και οι γραμματεις εζήτουν αυτον απολέσαι και οι πρωτοι του λαου. 48 και ουχ ευρισκον το τί ποιήσωσιν, ο λαος γαρ απας εξεκρέματο αυτου ακούων. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου