Τετάρτη, 3 Απριλίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ



             Αρχαίο Κείμενο 
7:1 Και μετα ταυτα περιεπάτει ο Ιησους εν τη Γαλιλαία. ου γαρ ηθελεν εν τη Ιουδαία περιπατειν, οτι εζήτουν αυτον οι Ιουδαιοι αποκτειναι. 2 ην δε εγγυς η εορτη των Ιουδαίων η σκηνοπηγία. 3 ειπον ουν προς αυτον οι αδελφοι αυτου, Μετάβηθι εντευθεν και υπαγε εις την Ιουδαίαν, ινα και οι μαθηταί σου θεωρήσουσιν σου τα εργα α ποιεις. 4 ουδεις γάρ τι εν κρυπτω ποιει και ζητει αυτος εν παρρησία ειναι. ει ταυτα ποιεις, φανέρωσον σεαυτον τω κόσμω. 5 ουδε γαρ οι αδελφοι αυτου επίστευον εις αυτόν. 6 λέγει ουν αυτοις ο Ιησους, Ο καιρος ο εμος ουπω πάρεστιν, ο δε καιρος ο υμέτερος πάντοτέ εστιν ετοιμος. 7 ου δύναται ο κόσμος μισειν υμας, εμε δε μισει, οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρά εστιν. 8 υμεις ανάβητε εις την εορτήν. εγω ουκ αναβαίνω εις την εορτην ταύτην, οτι ο εμος καιρος ουπω πεπλήρωται. 9 ταυτα δε ειπων αυτος εμεινεν εν τη Γαλιλαία. 10 Ως δε ανέβησαν οι αδελφοι αυτου εις την εορτήν, τότε και αυτος ανέβη, ου φανερως αλλα ως εν κρυπτω. 11 οι ουν Ιουδαιοι εζήτουν αυτον εν τη εορτη και ελεγον, Που εστιν εκεινος; 12 και γογγυσμος περι αυτου ην πολυς εν τοις οχλοις. οι μεν ελεγον οτι Αγαθός εστιν, αλλοι δε ελεγον, Ου, αλλα πλανα τον οχλον. 13 ουδεις μέντοι παρρησία ελάλει περι αυτου δια τον φόβον των Ιουδαίων. 14 Ηδη δε της εορτης μεσούσης ανέβη Ιησους εις το ιερον και εδίδασκεν. 15 εθαύμαζον ουν οι Ιουδαιοι λέγοντες, Πως ουτος γράμματα οιδεν μη μεμαθηκώς; 16 απεκρίθη ουν αυτοις ο Ιησους και ειπεν, Η εμη διδαχη ουκ εστιν εμη αλλα του πέμψαντός με. 17 εάν τις θέλη το θέλημα αυτου ποιειν, γνώσεται περι της διδαχης πότερον εκ του θεου εστιν η εγω απ' εμαυτου λαλω. 18 ο αφ' εαυτου λαλων την δόξαν την ιδίαν ζητει. ο δε ζητων την δόξαν του πέμψαντος αυτόν, ουτος αληθής εστιν και αδικία εν αυτω ουκ εστιν. 19 ου Μωϋσης δέδωκεν υμιν τον νόμον; και ουδεις εξ υμων ποιει τον νόμον. τί με ζητειτε αποκτειναι; 20 απεκρίθη ο οχλος, Δαιμόνιον εχεις. τίς σε ζητει αποκτειναι; 21 απεκρίθη Ιησους και ειπεν αυτοις, Εν εργον εποίησα και πάντες θαυμάζετε. 22 δια τουτο Μωϋσης δέδωκεν υμιν την περιτομήν,ν ουχ οτι εκ του Μωϋσέως εστιν αλλ' εκ των πατέρων,ν και εν σαββάτω περιτέμνετε ανθρωπον. 23 ει περιτομην λαμβάνει ανθρωπος εν σαββάτω ινα μη λυθη ο νόμος Μωϋσέως, εμοι χολατε οτι ολον ανθρωπον υγιη εποίησα εν σαββάτω; 24 μη κρίνετε κατ' οψιν, αλλα την δικαίαν κρίσιν κρίνετε. 25 Ελεγον ουν τινες εκ των Ιεροσολυμιτων, Ουχ ουτός εστιν ον ζητουσιν αποκτειναι; 26 και ιδε παρρησία λαλει και ουδεν αυτω λέγουσιν. μήποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτός εστιν ο Χριστός; 27 αλλα τουτον οιδαμεν πόθεν εστίν. ο δε Χριστος οταν ερχηται ουδεις γινώσκει πόθεν εστίν. 28 εκραξεν ουν εν τω ιερω διδάσκων ο Ιησους και λέγων, Καμε οιδατε και οιδατε πόθεν ειμί. και απ' εμαυτου ουκ ελήλυθα, αλλ εστιν αληθινος ο πέμψας με, ον υμεις ουκ οιδατε. 29 εγω οιδα αυτόν, οτι παρ' αυτου ειμι κακεινός με απέστειλεν. 30 Εζήτουν ουν αυτον πιάσαι, και ουδεις επέβαλεν επ' αυτον την χειρα, οτι ουπω εληλύθει η ωρα αυτου. 31 Εκ του οχλου δε πολλοι επίστευσαν εις αυτόν, και ελεγον, Ο Χριστος οταν ελθη μη πλείονα σημεια ποιήσει ων ουτος εποίησεν; 32 Ηκουσαν οι Φαρισαιοι του οχλου γογγύζοντος περι αυτου ταυτα, και απέστειλαν οι αρχιερεις και οι Φαρισαιοι υπηρέτας ινα πιάσωσιν αυτόν. 33 ειπεν ουν ο Ιησους, Ετι χρόνον μικρον μεθ' υμων ειμι και υπάγω προς τον πέμψαντά με. 34 ζητήσετέ με και ουχ ευρήσετέ με, και οπου ειμι εγω υμεις ου δύνασθε ελθειν. 35 ειπον ουν οι Ιουδαιοι προς εαυτούς, Που ουτος μέλλει πορεύεσθαι οτι ημεις ουχ ευρήσομεν αυτόν; μη εις την διασποραν των Ελλήνων μέλλει πορεύεσθαι και διδάσκειν τους Ελληνας; 36 τίς εστιν ο λόγος ουτος ον ειπεν, Ζητήσετέ με και ουχ ευρήσετέ με, και οπου ειμι εγω υμεις ου δύνασθε ελθειν; 37 Εν δε τη εσχάτη ημέρα τη μεγάλη της εορτης ειστήκει ο Ιησους και εκραξεν λέγων, Εάν τις διψα ερχέσθω πρός με και πινέτω. 38 ο πιστεύων εις εμέ, καθως ειπεν η γραφή, ποταμοι εκ της κοιλίας αυτου ρεύσουσιν υδατος ζωντος. 39 τουτο δε ειπεν περι του πνεύματος ο εμελλον λαμβάνειν οι πιστεύσαντες εις αυτόν. ουπω γαρ ην πνευμα, οτι Ιησους ουδέπω εδοξάσθη. 40 Εκ του οχλου ουν ακούσαντες των λόγων τούτων ελεγον, Ουτός εστιν αληθως ο προφήτης. 41 αλλοι ελεγον, Ουτός εστιν ο Χριστός. οι δε ελεγον, Μη γαρ εκ της Γαλιλαίας ο Χριστος ερχεται; 42 ουχ η γραφη ειπεν οτι εκ του σπέρματος Δαυίδ, και απο Βηθλέεμ της κώμης οπου ην Δαυίδ, ερχεται ο Χριστος; 43 σχίσμα ουν εγένετο εν τω οχλω δι' αυτόν. 44 τινες δε ηθελον εξ αυτων πιάσαι αυτόν, αλλ ουδεις επέβαλεν επ' αυτον τας χειρας. 45 Ηλθον ουν οι υπηρέται προς τους αρχιερεις και Φαρισαίους, και ειπον αυτοις εκεινοι, Δια τί ουκ ηγάγετε αυτόν; 46 απεκρίθησαν οι υπηρέται, Ουδέποτε ελάλησεν ουτως ανθρωπος. 47 απεκρίθησαν ουν αυτοις οι Φαρισαιοι, Μη και υμεις πεπλάνησθε; 48 μή τις εκ των αρχόντων επίστευσεν εις αυτον η εκ των Φαρισαίων; 49 αλλα ο οχλος ουτος ο μη γινώσκων τον νόμον επάρατοί εισιν. 50 λέγει Νικόδημος προς αυτούς, ο ελθων προς αυτον το πρότερον, εις ων εξ αυτων, 51 Μη ο νόμος ημων κρίνει τον ανθρωπον εαν μη ακούση πρωτον παρ' αυτου και γνω τί ποιει; 52 απεκρίθησαν και ειπαν αυτω, Μη και συ εκ της Γαλιλαίας ει; εραύνησον και ιδε οτι εκ της Γαλιλαίας προφήτης ουκ εγείρεται. 53 άΚαι επορεύθησαν εκαστος εις τον οικον αυτου, 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου