Πέμπτη, 13 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
10:1 Και προσκαλεσάμενος τους δώδεκα μαθητας αυτου εδωκεν αυτοις εξουσίαν πνευμάτων ακαθάρτων ωστε εκβάλλειν αυτα και θεραπεύειν πασαν νόσον και πασαν μαλακίαν. 2 Των δε δώδεκα αποστόλων τα ονόματά εστιν ταυτα. πρωτος Σίμων ο λεγόμενος Πέτρος και Ανδρέας ο αδελφος αυτου, και Ιάκωβος ο του Ζεβεδαίου και Ιωάννης ο αδελφος αυτου, 3 Φίλιππος και Βαρθολομαιος, Θωμας και Μαθθαιος ο τελώνης, Ιάκωβος ο του Αλφαίου και Θαδδαιος, 4 Σίμων ο Καναναιος και Ιούδας ο Ισκαριώτης ο και παραδους αυτόν. 5 Τούτους τους δώδεκα απέστειλεν ο Ιησους παραγγείλας αυτοις λέγων, Εις οδον εθνων μη απέλθητε, και εις πόλιν Σαμαριτων μη εισέλθητε. 6 πορεύεσθε δε μαλλον προς τα πρόβατα τα απολωλότα οικου Ισραήλ. 7 πορευόμενοι δε κηρύσσετε λέγοντες οτι Ηγγικεν η βασιλεία των ουρανων. 8 ασθενουντας θεραπεύετε, νεκρους εγείρετε, λεπρους καθαρίζετε, δαιμόνια εκβάλλετε. δωρεαν ελάβετε, δωρεαν δότε. 9 Μη κτήσησθε χρυσον μηδε αργυρον μηδε χαλκον εις τας ζώνας υμων, 10 μη πήραν εις οδον μηδε δύο χιτωνας μηδε υποδήματα μηδε ράβδον. αξιος γαρ ο εργάτης της τροφης αυτου. 11 εις ην δ αν πόλιν η κώμην εισέλθητε, εξετάσατε τίς εν αυτη αξιός εστιν. κακει μείνατε εως αν εξέλθητε. 12 εισερχόμενοι δε εις την οικίαν ασπάσασθε αυτήν. 13 και εαν μεν η η οικία αξία, ελθάτω η ειρήνη υμων επ' αυτήν. εαν δε μη η αξία, η ειρήνη υμων προς υμας επιστραφήτω. 14 και ος αν μη δέξηται υμας μηδε ακούση τους λόγους υμων, εξερχόμενοι εξω της οικίας η της πόλεως εκείνης εκτινάξατε τον κονιορτον των ποδων υμων. 15 αμην λέγω υμιν, ανεκτότερον εσται γη Σοδόμων και Γομόρρων εν ημέρα κρίσεως η τη πόλει εκείνη. 16 Ιδου εγω αποστέλλω υμας ως πρόβατα εν μέσω λύκων. γίνεσθε ουν φρόνιμοι ως οι οφεις και ακέραιοι ως αι περιστεραί. 17 προσέχετε δε απο των ανθρώπων. παραδώσουσιν γαρ υμας εις συνέδρια, και εν ταις συναγωγαις αυτων μαστιγώσουσιν υμας. 18 και επι ηγεμόνας δε και βασιλεις αχθήσεσθε ενεκεν εμου εις μαρτύριον αυτοις και τοις εθνεσιν. 19 οταν δε παραδωσιν υμας, μη μεριμνήσητε πως η τί λαλήσητε. δοθήσεται γαρ υμιν εν εκείνη τη ωρα τί λαλήσητε. 20 ου γαρ υμεις εστε οι λαλουντες αλλα το πνευμα του πατρος υμων το λαλουν εν υμιν. 21 παραδώσει δε αδελφος αδελφον εις θάνατον και πατηρ τέκνον, και επαναστήσονται τέκνα επι γονεις και θανατώσουσιν αυτούς. 22 και εσεσθε μισούμενοι υπο πάντων δια το ονομά μου. ο δε υπομείνας εις τέλος ουτος σωθήσεται. 23 οταν δε διώκωσιν υμας εν τη πόλει ταύτη, φεύγετε εις την ετέραν. αμην γαρ λέγω υμιν, ου μη τελέσητε τας πόλεις του Ισραηλ εως αν ελθη ο υιος του ανθρώπου. 24 Ουκ εστιν μαθητης υπερ τον διδάσκαλον ουδε δουλος υπερ τον κύριον αυτου. 25 αρκετον τω μαθητη ινα γένηται ως ο διδάσκαλος αυτου, και ο δουλος ως ο κύριος αυτου. ει τον οικοδεσπότην Βεελζεβουλ επεκάλεσαν, πόσω μαλλον τους οικιακους αυτου. 26 Μη ουν φοβηθητε αυτούς. ουδεν γάρ εστιν κεκαλυμμένον ο ουκ αποκαλυφθήσεται, και κρυπτον ο ου γνωσθήσεται. 27 ο λέγω υμιν εν τη σκοτία, ειπατε εν τω φωτί. και ο εις το ους ακούετε, κηρύξατε επι των δωμάτων. 28 και μη φοβεισθε απο των αποκτεννόντων το σωμα, την δε ψυχην μη δυναμένων αποκτειναι. φοβεισθε δε μαλλον τον δυνάμενον και ψυχην και σωμα απολέσαι εν γεέννη. 29 ουχι δύο στρουθία ασσαρίου πωλειται; και εν εξ αυτων ου πεσειται επι την γην ανευ του πατρος υμων. 30 υμων δε και αι τρίχες της κεφαλης πασαι ηριθμημέναι εισίν. 31 μη ουν φοβεισθε. πολλων στρουθίων διαφέρετε υμεις. 32 Πας ουν οστις ομολογήσει εν εμοι εμπροσθεν των ανθρώπων, ομολογήσω καγω εν αυτω εμπροσθεν του πατρός μου του εν τοις ουρανοις. 33 οστις δ αν αρνήσηταί με εμπροσθεν των ανθρώπων, αρνήσομαι καγω αυτον εμπροσθεν του πατρός μου του εν τοις ουρανοις. 34 Μη νομίσητε οτι ηλθον βαλειν ειρήνην επι την γην. ουκ ηλθον βαλειν ειρήνην αλλα μάχαιραν. 35 ηλθον γαρ διχάσαι ανθρωπον κατα του πατρος αυτου και θυγατέρα κατα της μητρος αυτης και νύμφην κατα της πενθερας αυτης, 36 και εχθροι του ανθρώπου οι οικιακοι αυτου. 37 Ο φιλων πατέρα η μητέρα υπερ εμε ουκ εστιν μου αξιος. και ο φιλων υιον η θυγατέρα υπερ εμε ουκ εστιν μου αξιος. 38 και ος ου λαμβάνει τον σταυρον αυτου και ακολουθει οπίσω μου, ουκ εστιν μου αξιος. 39 ο ευρων την ψυχην αυτου απολέσει αυτήν, και ο απολέσας την ψυχην αυτου ενεκεν εμου ευρήσει αυτήν. 40 Ο δεχόμενος υμας εμε δέχεται, και ο εμε δεχόμενος δέχεται τον αποστείλαντά με. 41 ο δεχόμενος προφήτην εις ονομα προφήτου μισθον προφήτου λήμψεται, και ο δεχόμενος δίκαιον εις ονομα δικαίου μισθον δικαίου λήμψεται. 42 και ος αν ποτίση ενα των μικρων τούτων ποτήριον ψυχρου μόνον εις ονομα μαθητου, αμην λέγω υμιν, ου μη απολέση τον μισθον αυτου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου