Τρίτη, 18 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
13:1 Εν τη ημέρα εκείνη εξελθων ο Ιησους της οικίας εκάθητο παρα την θάλασσαν. 2 και συνήχθησαν προς αυτον οχλοι πολλοί, ωστε αυτον εις πλοιον εμβάντα καθησθαι, και πας ο οχλος επι τον αιγιαλον ειστήκει. 3 και ελάλησεν αυτοις πολλα εν παραβολαις λέγων, Ιδου εξηλθεν ο σπείρων του σπείρειν. 4 και εν τω σπείρειν αυτον α μεν επεσεν παρα την οδόν, και ελθόντα τα πετεινα κατέφαγεν αυτά. 5 αλλα δε επεσεν επι τα πετρώδη οπου ουκ ειχεν γην πολλήν, και ευθέως εξανέτειλεν δια το μη εχειν βάθος γης. 6 ηλίου δε ανατείλαντος εκαυματίσθη και δια το μη εχειν ρίζαν εξηράνθη. 7 αλλα δε επεσεν επι τας ακάνθας, και ανέβησαν αι ακανθαι και επνιξαν αυτά. 8 αλλα δε επεσεν επι την γην την καλην και εδίδου καρπόν, ο μεν εκατόν, ο δε εξήκοντα, ο δε τριάκοντα. 9 ο εχων ωτα ακουέτω. 10 Και προσελθόντες οι μαθηται ειπαν αυτω, Δια τί εν παραβολαις λαλεις αυτοις; 11 ο δε αποκριθεις ειπεν αυτοις οτι Υμιν δέδοται γνωναι τα μυστήρια της βασιλείας των ουρανων, εκείνοις δε ου δέδοται. 12 οστις γαρ εχει, δοθήσεται αυτω και περισσευθήσεται. οστις δε ουκ εχει, και ο εχει αρθήσεται απ' αυτου. 13 δια τουτο εν παραβολαις αυτοις λαλω, οτι βλέποντες ου βλέπουσιν και ακούοντες ουκ ακούουσιν ουδε συνίουσιν. 14 και αναπληρουται αυτοις η προφητεία Ησαϊου η λέγουσα, Ακοη ακούσετε και ου μη συνητε, και βλέποντες βλέψετε και ου μη ιδητε. 15 επαχύνθη γαρ η καρδία του λαου τούτου, και τοις ωσιν βαρέως ηκουσαν, και τους οφθαλμους αυτων εκάμμυσαν. μήποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακούσωσιν και τη καρδία συνωσιν και επιστρέψωσιν, και ιάσομαι αυτούς. 16 υμων δε μακάριοι οι οφθαλμοι οτι βλέπουσιν, και τα ωτα υμων οτι ακούουσιν. 17 αμην γαρ λέγω υμιν οτι πολλοι προφηται και δίκαιοι επεθύμησαν ιδειν α βλέπετε και ουκ ειδαν, και ακουσαι α ακούετε και ουκ ηκουσαν. 18 Υμεις ουν ακούσατε την παραβολην του σπείραντος. 19 παντος ακούοντος τον λόγον της βασιλείας και μη συνιέντος, ερχεται ο πονηρος και αρπάζει το εσπαρμένον εν τη καρδία αυτου. ουτός εστιν ο παρα την οδον σπαρείς. 20 ο δε επι τα πετρώδη σπαρείς, ουτός εστιν ο τον λόγον ακούων και ευθυς μετα χαρας λαμβάνων αυτόν. 21 ουκ εχει δε ρίζαν εν εαυτω αλλα πρόσκαιρός εστιν, γενομένης δε θλίψεως η διωγμου δια τον λόγον ευθυς σκανδαλίζεται. 22 ο δε εις τας ακάνθας σπαρείς, ουτός εστιν ο τον λόγον ακούων και η μέριμνα του αιωνος και η απάτη του πλούτου συμπνίγει τον λόγον, και ακαρπος γίνεται. 23 ο δε επι την καλην γην σπαρείς, ουτός εστιν ο τον λόγον ακούων και συνιείς, ος δη καρποφορει και ποιει ο μεν εκατόν, ο δε εξήκοντα, ο δε τριάκοντα. 24 Αλλην παραβολην παρέθηκεν αυτοις λέγων, Ωμοιώθη η βασιλεία των ουρανων ανθρώπω σπείραντι καλον σπέρμα εν τω αγρω αυτου. 25 εν δε τω καθεύδειν τους ανθρώπους ηλθεν αυτου ο εχθρος και επέσπειρεν ζιζάνια ανα μέσον του σίτου και απηλθεν. 26 οτε δε εβλάστησεν ο χόρτος και καρπον εποίησεν, τότε εφάνη και τα ζιζάνια. 27 προσελθόντες δε οι δουλοι του οικοδεσπότου ειπον αυτω, Κύριε, ουχι καλον σπέρμα εσπειρας εν τω σω αγρω; πόθεν ουν εχει ζιζάνια; 28 ο δε εφη αυτοις, Εχθρος ανθρωπος τουτο εποίησεν. οι δε δουλοι λέγουσιν αυτω, Θέλεις ουν απελθόντες συλλέξωμεν αυτά; 29 ο δέ φησιν, Ου, μήποτε συλλέγοντες τα ζιζάνια εκριζώσητε αμα αυτοις τον σιτον. 30 αφετε συναυξάνεσθαι αμφότερα εως του θερισμου. και εν καιρω του θερισμου ερω τοις θερισταις, Συλλέξατε πρωτον τα ζιζάνια και δήσατε αυτα εις δέσμας προς το κατακαυσαι αυτά, τον δε σιτον συναγάγετε εις την αποθήκην μου. 31 Αλλην παραβολην παρέθηκεν αυτοις λέγων, Ομοία εστιν η βασιλεία των ουρανων κόκκω σινάπεως, ον λαβων ανθρωπος εσπειρεν εν τω αγρω αυτου. 32 ο μικρότερον μέν εστιν πάντων των σπερμάτων, οταν δε αυξηθη μειζον των λαχάνων εστιν και γίνεται δένδρον, ωστε ελθειν τα πετεινα του ουρανου και κατασκηνουν εν τοις κλάδοις αυτου. 33 Αλλην παραβολην ελάλησεν αυτοις. Ομοία εστιν η βασιλεία των ουρανων ζύμη, ην λαβουσα γυνη ενέκρυψεν εις αλεύρου σάτα τρία εως ου εζυμώθη ολον. 34 Ταυτα πάντα ελάλησεν ο Ιησους εν παραβολαις τοις οχλοις, και χωρις παραβολης ουδεν ελάλει αυτοις. 35 οπως πληρωθη το ρηθεν δια του προφήτου λέγοντος, Ανοίξω εν παραβολαις το στόμα μου, ερεύξομαι κεκρυμμένα απο καταβολης κόσμου. 36 Τότε αφεις τους οχλους ηλθεν εις την οικίαν. και προσηλθον αυτω οι μαθηται αυτου λέγοντες, Διασάφησον ημιν την παραβολην των ζιζανίων του αγρου. 37 ο δε αποκριθεις ειπεν, Ο σπείρων το καλον σπέρμα εστιν ο υιος του ανθρώπου. 38 ο δε αγρός εστιν ο κόσμος. το δε καλον σπέρμα, ουτοί εισιν οι υιοι της βασιλείας. τα δε ζιζάνιά εισιν οι υιοι του πονηρου, 39 ο δε εχθρος ο σπείρας αυτά εστιν ο διάβολος. ο δε θερισμος συντέλεια αιωνός εστιν, οι δε θερισται αγγελοί εισιν. 40 ωσπερ ουν συλλέγεται τα ζιζάνια και πυρι κατακαίεται, ουτως εσται εν τη συντελεία του αιωνος. 41 αποστελει ο υιος του ανθρώπου τους αγγέλους αυτου, και συλλέξουσιν εκ της βασιλείας αυτου πάντα τα σκάνδαλα και τους ποιουντας την ανομίαν, 42 και βαλουσιν αυτους εις την κάμινον του πυρός. εκει εσται ο κλαυθμος και ο βρυγμος των οδόντων. 43 Τότε οι δίκαιοι εκλάμψουσιν ως ο ηλιος εν τη βασιλεία του πατρος αυτων. ο εχων ωτα ακουέτω. 44 Ομοία εστιν η βασιλεία των ουρανων θησαυρω κεκρυμμένω εν τω αγρω, ον ευρων ανθρωπος εκρυψεν, και απο της χαρας αυτου υπάγει και πωλει πάντα οσα εχει και αγοράζει τον αγρον εκεινον. 45 Πάλιν ομοία εστιν η βασιλεία των ουρανων ανθρώπω εμπόρω ζητουντι καλους μαργαρίτας. 46 ευρων δε ενα πολύτιμον μαργαρίτην απελθων πέπρακεν πάντα οσα ειχεν και ηγόρασεν αυτόν. 47 Πάλιν ομοία εστιν η βασιλεία των ουρανων σαγήνη βληθείση εις την θάλασσαν και εκ παντος γένους συναγαγούση. 48 ην οτε επληρώθη αναβιβάσαντες επι τον αιγιαλον και καθίσαντες συνέλεξαν τα καλα εις αγγη, τα δε σαπρα εξω εβαλον. 49 ουτως εσται εν τη συντελεία του αιωνος. εξελεύσονται οι αγγελοι και αφοριουσιν τους πονηρους εκ μέσου των δικαίων 50 και βαλουσιν αυτους εις την κάμινον του πυρός. εκει εσται ο κλαυθμος και ο βρυγμος των οδόντων. 51 Συνήκατε ταυτα πάντα; λέγουσιν αυτω, Ναί. 52 ο δε ειπεν αυτοις, Δια τουτο πας γραμματευς μαθητευθεις τη βασιλεία των ουρανων ομοιός εστιν ανθρώπω οικοδεσπότη οστις εκβάλλει εκ του θησαυρου αυτου καινα και παλαιά. 53 Και εγένετο οτε ετέλεσεν ο Ιησους τας παραβολας ταύτας, μετηρεν εκειθεν. 54 και ελθων εις την πατρίδα αυτου εδίδασκεν αυτους εν τη συναγωγη αυτων, ωστε εκπλήσσεσθαι αυτους και λέγειν, Πόθεν τούτω η σοφία αυτη και αι δυνάμεις; 55 ουχ ουτός εστιν ο του τέκτονος υιός; ουχ η μήτηρ αυτου λέγεται Μαριαμ και οι αδελφοι αυτου Ιάκωβος και Ιωσηφ και Σίμων και Ιούδας; 56 και αι αδελφαι αυτου ουχι πασαι προς ημας εισιν; πόθεν ουν τούτω ταυτα πάντα; 57 και εσκανδαλίζοντο εν αυτω. ο δε Ιησους ειπεν αυτοις, Ουκ εστιν προφήτης ατιμος ει μη εν τη πατρίδι και εν τη οικία αυτου. 58 και ουκ εποίησεν εκει δυνάμεις πολλας δια την απιστίαν αυτων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου