Πέμπτη, 20 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
15:1 Τότε προσέρχονται τω Ιησου απο Ιεροσολύμων Φαρισαιοι και γραμματεις λέγοντες, 2 Δια τί οι μαθηταί σου παραβαίνουσιν την παράδοσιν των πρεσβυτέρων; ου γαρ νίπτονται τας χειρας αυτων οταν αρτον εσθίωσιν. 3 ο δε αποκριθεις ειπεν αυτοις, Δια τί και υμεις παραβαίνετε την εντολην του θεου δια την παράδοσιν υμων; 4 ο γαρ θεος ειπεν, Τίμα τον πατέρα και την μητέρα, καί, Ο κακολογων πατέρα η μητέρα θανάτω τελευτάτω. 5 υμεις δε λέγετε, Ος αν ειπη τω πατρι η τη μητρί, Δωρον ο εαν εξ εμου ωφεληθης, 6 ου μη τιμήσει τον πατέρα αυτου. και ηκυρώσατε τον λόγον του θεου δια την παράδοσιν υμων. 7 υποκριταί, καλως επροφήτευσεν περι υμων Ησαϊας λέγων, 8 Ο λαος ουτος τοις χείλεσίν με τιμα, η δε καρδία αυτων πόρρω απέχει απ' εμου. 9 μάτην δε σέβονταί με, διδάσκοντες διδασκαλίας εντάλματα ανθρώπων. 10 Και προσκαλεσάμενος τον οχλον ειπεν αυτοις, Ακούετε και συνίετε. 11 ου το εισερχόμενον εις το στόμα κοινοι τον ανθρωπον, αλλα το εκπορευόμενον εκ του στόματος τουτο κοινοι τον ανθρωπον. 12 Τότε προσελθόντες οι μαθηται λέγουσιν αυτω, Οιδας οτι οι Φαρισαιοι ακούσαντες τον λόγον εσκανδαλίσθησαν; 13 ο δε αποκριθεις ειπεν, Πασα φυτεία ην ουκ εφύτευσεν ο πατήρ μου ο ουράνιος εκριζωθήσεται. 14 αφετε αυτούς. τυφλοί εισιν οδηγοί τυφλων. τυφλος δε τυφλον εαν οδηγη, αμφότεροι εις βόθυνον πεσουνται. 15 Αποκριθεις δε ο Πέτρος ειπεν αυτω, Φράσον ημιν την παραβολήν ταύτην. 16 ο δε ειπεν, Ακμην και υμεις ασύνετοί εστε; 17 ου νοειτε οτι παν το εισπορευόμενον εις το στόμα εις την κοιλίαν χωρει και εις αφεδρωνα εκβάλλεται; 18 τα δε εκπορευόμενα εκ του στόματος εκ της καρδίας εξέρχεται, κακεινα κοινοι τον ανθρωπον. 19 εκ γαρ της καρδίας εξέρχονται διαλογισμοι πονηροί, φόνοι, μοιχειαι, πορνειαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 ταυτά εστιν τα κοινουντα τον ανθρωπον, το δε ανίπτοις χερσιν φαγειν ου κοινοι τον ανθρωπον. 21 Και εξελθων εκειθεν ο Ιησους ανεχώρησεν εις τα μέρη Τύρου και Σιδωνος. 22 και ιδου γυνη Χαναναία απο των ορίων εκείνων εξελθουσα εκραζεν λέγουσα, Ελέησόν με, κύριε, υιος Δαυίδ. η θυγάτηρ μου κακως δαιμονίζεται. 23 ο δε ουκ απεκρίθη αυτη λόγον. και προσελθόντες οι μαθηται αυτου ηρώτουν αυτον λέγοντες, Απόλυσον αυτήν, οτι κράζει οπισθεν ημων. 24 ο δε αποκριθεις ειπεν, Ουκ απεστάλην ει μη εις τα πρόβατα τα απολωλότα οικου Ισραήλ. 25 η δε ελθουσα προσεκύνει αυτω λέγουσα, Κύριε, βοήθει μοι. 26 ο δε αποκριθεις ειπεν, Ουκ εστιν καλον λαβειν τον αρτον των τέκνων και βαλειν τοις κυναρίοις. 27 η δε ειπεν, Ναί, κύριε, και γαρ τα κυνάρια εσθίει απο των ψιχίων των πιπτόντων απο της τραπέζης των κυρίων αυτων. 28 τότε αποκριθεις ο Ιησους ειπεν αυτη, Ω γύναι, μεγάλη σου η πίστις. γενηθήτω σοι ως θέλεις. και ιάθη η θυγάτηρ αυτης απο της ωρας εκείνης. 29 Και μεταβας εκειθεν ο Ιησους ηλθεν παρα την θάλασσαν της Γαλιλαίας, και αναβας εις το ορος εκάθητο εκει. 30 και προσηλθον αυτω οχλοι πολλοι εχοντες μεθ' εαυτων χωλούς, τυφλούς, κυλλούς, κωφούς, και ετέρους πολλούς, και ερριψαν αυτους παρα τους πόδας αυτου, και εθεράπευσεν αυτούς. 31 ωστε τον οχλον θαυμάσαι βλέποντας κωφους λαλουντας, κυλλους υγιεις, και χωλους περιπατουντας και τυφλους βλέποντας. και εδόξασαν τον θεον Ισραήλ. 32 Ο δε Ιησους προσκαλεσάμενος τους μαθητας αυτου ειπεν, Σπλαγχνίζομαι επι τον οχλον, οτι ηδη ημέραι τρεις προσμένουσίν μοι και ουκ εχουσιν τί φάγωσιν. και απολυσαι αυτους νήστεις ου θέλω, μήποτε εκλυθωσιν εν τη οδω. 33 και λέγουσιν αυτω οι μαθηταί, Πόθεν ημιν εν ερημία αρτοι τοσουτοι ωστε χορτάσαι οχλον τοσουτον; 34 και λέγει αυτοις ο Ιησους, Πόσους αρτους εχετε; οι δε ειπαν, Επτά, και ολίγα ιχθύδια. 35 και παραγγείλας τω οχλω αναπεσειν επι την γην 36 ελαβεν τους επτα αρτους και τους ιχθύας και ευχαριστήσας εκλασεν και εδίδου τοις μαθηταις, οι δε μαθηται τοις οχλοις. 37 και εφαγον πάντες και εχορτάσθησαν, και το περισσευον των κλασμάτων ηραν, επτα σπυρίδας πλήρεις. 38 οι δε εσθίοντες ησαν τετρακισχίλιοι ανδρες χωρις γυναικων και παιδίων. 39 Και απολύσας τους οχλους ενέβη εις το πλοιον, και ηλθεν εις τα ορια Μαγαδάν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου