Σάββατο, 22 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ




                        Αρχαίο Κείμενο 
17:1 Και μεθ' ημέρας εξ παραλαμβάνει ο Ιησους τον Πέτρον και Ιάκωβον και Ιωάννην τον αδελφον αυτου, και αναφέρει αυτους εις ορος υψηλον κατ' ιδίαν. 2 και μετεμορφώθη εμπροσθεν αυτων, και ελαμψεν το πρόσωπον αυτου ως ο ηλιος, τα δε ιμάτια αυτου εγένετο λευκα ως το φως. 3 και ιδου ωφθη αυτοις Μωϋσης και Ηλίας συλλαλουντες μετ' αυτου. 4 αποκριθεις δε ο Πέτρος ειπεν τω Ιησου, Κύριε, καλόν εστιν ημας ωδε ειναι. ει θέλεις, ποιήσω ωδε τρεις σκηνάς, σοι μίαν και Μωϋσει μίαν και Ηλία μίαν. 5 ετι αυτου λαλουντος ιδου νεφέλη φωτεινη επεσκίασεν αυτούς, και ιδου φωνη εκ της νεφέλης λέγουσα, Ουτός εστιν ο υιός μου ο αγαπητός, εν ω ευδόκησα. ακούετε αυτου. 6 και ακούσαντες οι μαθηται επεσαν επι πρόσωπον αυτων και εφοβήθησαν σφόδρα. 7 και προσηλθεν ο Ιησους και αψάμενος αυτων ειπεν, Εγέρθητε και μη φοβεισθε. 8 επάραντες δε τους οφθαλμους αυτων ουδένα ειδον ει μη αυτον Ιησουν μόνον. 9 Και καταβαινόντων αυτων εκ του ορους ενετείλατο αυτοις ο Ιησους λέγων, Μηδενι ειπητε το οραμα εως ου ο υιος του ανθρώπου εκ νεκρων εγερθη. 10 και επηρώτησαν αυτον οι μαθηται λέγοντες, Τί ουν οι γραμματεις λέγουσιν οτι Ηλίαν δει ελθειν πρωτον; 11 ο δε αποκριθεις ειπεν, Ηλίας μεν ερχεται και αποκαταστήσει πάντα. 12 λέγω δε υμιν οτι Ηλίας ηδη ηλθεν, και ουκ επέγνωσαν αυτον αλλα εποίησαν εν αυτω οσα ηθέλησαν. ουτως και ο υιος του ανθρώπου μέλλει πάσχειν υπ' αυτων. 13 τότε συνηκαν οι μαθηται οτι περι Ιωάννου του βαπτιστου ειπεν αυτοις. 14 Και ελθόντων προς τον οχλον προσηλθεν αυτω ανθρωπος γονυπετων αυτον 15 και λέγων, Κύριε, ελέησόν μου τον υιόν, οτι σεληνιάζεται και κακως πάσχει. πολλάκις γαρ πίπτει εις το πυρ και πολλάκις εις το υδωρ. 16 και προσήνεγκα αυτον τοις μαθηταις σου, και ουκ ηδυνήθησαν αυτον θεραπευσαι. 17 αποκριθεις δε ο Ιησους ειπεν, Ω γενεα απιστος και διεστραμμένη, εως πότε μεθ' υμων εσομαι; εως πότε ανέξομαι υμων; φέρετέ μοι αυτον ωδε. 18 και επετίμησεν αυτω ο Ιησους, και εξηλθεν απ' αυτου το δαιμόνιον. και εθεραπεύθη ο παις απο της ωρας εκείνης. 19 Τότε προσελθόντες οι μαθηται τω Ιησου κατ' ιδίαν ειπον, Δια τί ημεις ουκ ηδυνήθημεν εκβαλειν αυτό; 20 ο δε λέγει αυτοις, Δια την ολιγοπιστίαν υμων. αμην γαρ λέγω υμιν, εαν εχητε πίστιν ως κόκκον σινάπεως, ερειτε τω ορει τούτω, Μετάβα ενθεν εκει, και μεταβήσεται. και ουδεν αδυνατήσει υμιν. 21 22 Συστρεφομένων δε αυτων εν τη Γαλιλαία ειπεν αυτοις ο Ιησους, Μέλλει ο υιος του ανθρώπου παραδίδοσθαι εις χειρας ανθρώπων, 23 και αποκτενουσιν αυτόν, και τη τρίτη ημέρα εγερθήσεται. και ελυπήθησαν σφόδρα. 24 Ελθόντων δε αυτων εις Καφαρναουμ προσηλθον οι τα δίδραχμα λαμβάνοντες τω Πέτρω και ειπαν, Ο διδάσκαλος υμων ου τελει τα δίδραχμα; 25 λέγει, Ναί. και ελθόντα εις την οικίαν προέφθασεν αυτον ο Ιησους λέγων, Τί σοι δοκει, Σίμων; οι βασιλεις της γης απο τίνων λαμβάνουσιν τέλη η κηνσον; απο των υιων αυτων η απο των αλλοτρίων; 26 ειπόντος δέ, Απο των αλλοτρίων, εφη αυτω ο Ιησους, Αρα γε ελεύθεροί εισιν οι υιοί. 27 ινα δε μη σκανδαλίσωμεν αυτούς, πορευθεις εις θάλασσαν βάλε αγκιστρον και τον αναβάντα πρωτον ιχθυν αρον, και ανοίξας το στόμα αυτου ευρήσεις στατηρα. εκεινον λαβων δος αυτοις αντι εμου και σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου