Πέμπτη, 27 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
21:1 Και οτε ηγγισαν εις Ιεροσόλυμα και ηλθον εις Βηθφαγη εις το Ορος των Ελαιων, τότε Ιησους απέστειλεν δύο μαθητας 2 λέγων αυτοις, Πορεύεσθε εις την κώμην την κατέναντι υμων, και ευθέως ευρήσετε ονον δεδεμένην και πωλον μετ' αυτης. λύσαντες αγάγετέ μοι. 3 και εάν τις υμιν ειπη τι, ερειτε οτι Ο κύριος αυτων χρείαν εχει. ευθυς δε αποστελει αυτούς. 4 Τουτο δε γέγονεν ινα πληρωθη το ρηθεν δια του προφήτου λέγοντος, 5 Ειπατε τη θυγατρι Σιών, Ιδου ο βασιλεύς σου ερχεταί σοι, πραϋς και επιβεβηκως επι ονον, και επι πωλον υιον υποζυγίου. 6 πορευθέντες δε οι μαθηται και ποιήσαντες καθως συνέταξεν αυτοις ο Ιησους 7 ηγαγον την ονον και τον πωλον, και επέθηκαν επ' αυτων τα ιμάτια, και επεκάθισεν επάνω αυτων. 8 ο δε πλειστος οχλος εστρωσαν εαυτων τα ιμάτια εν τη οδω, αλλοι δε εκοπτον κλάδους απο των δένδρων και εστρώννυον εν τη οδω. 9 οι δε οχλοι οι προάγοντες αυτον και οι ακολουθουντες εκραζον λέγοντες, Ωσαννα τω υιω Δαυίδ. Ευλογημένος ο ερχόμενος εν ονόματι κυρίου. Ωσαννα εν τοις υψίστοις. 10 και εισελθόντος αυτου εις Ιεροσόλυμα εσείσθη πασα η πόλις λέγουσα, Τίς εστιν ουτος; 11 οι δε οχλοι ελεγον, Ουτός εστιν ο προφήτης Ιησους ο απο Ναζαρεθ της Γαλιλαίας. 12 Και εισηλθεν Ιησους εις το ιερόν, και εξέβαλεν πάντας τους πωλουντας και αγοράζοντας εν τω ιερω, και τας τραπέζας των κολλυβιστων κατέστρεψεν και τας καθέδρας των πωλούντων τας περιστεράς, 13 και λέγει αυτοις, Γέγραπται, Ο οικός μου οικος προσευχης κληθήσεται, υμεις δε αυτον ποιειτε σπήλαιον ληστων. 14 Και προσηλθον αυτω τυφλοι και χωλοι εν τω ιερω, και εθεράπευσεν αυτούς. 15 ιδόντες δε οι αρχιερεις και οι γραμματεις τα θαυμάσια α εποίησεν και τους παιδας τους κράζοντας εν τω ιερω και λέγοντας, Ωσαννα τω υιω Δαυίδ, ηγανάκτησαν 16 και ειπαν αυτω, Ακούεις τί ουτοι λέγουσιν; ο δε Ιησους λέγει αυτοις, Ναί. ουδέποτε ανέγνωτε οτι Εκ στόματος νηπίων και θηλαζόντων κατηρτίσω αινον; 17 Και καταλιπων αυτους εξηλθεν εξω της πόλεως εις Βηθανίαν, και ηυλίσθη εκει. 18 Πρωϊ δε επανάγων εις την πόλιν επείνασεν. 19 και ιδων συκην μίαν επι της οδου ηλθεν επ' αυτήν, και ουδεν ευρεν εν αυτη ει μη φύλλα μόνον, και λέγει αυτη, Μηκέτι εκ σου καρπος γένηται εις τον αιωνα. και εξηράνθη παραχρημα η συκη. 20 και ιδόντες οι μαθηται εθαύμασαν λέγοντες, Πως παραχρημα εξηράνθη η συκη; 21 αποκριθεις δε ο Ιησους ειπεν αυτοις, Αμην λέγω υμιν, εαν εχητε πίστιν και μη διακριθητε, ου μόνον το της συκης ποιήσετε, αλλα καν τω ορει τούτω ειπητε, Αρθητι και βλήθητι εις την θάλασσαν, γενήσεται. 22 και πάντα οσα αν αιτήσητε εν τη προσευχη πιστεύοντες λήμψεσθε. 23 Και ελθόντος αυτου εις το ιερον προσηλθον αυτω διδάσκοντι οι αρχιερεις και οι πρεσβύτεροι του λαου λέγοντες, Εν ποία εξουσία ταυτα ποιεις; και τίς σοι εδωκεν την εξουσίαν ταύτην; 24 αποκριθεις δε ο Ιησους ειπεν αυτοις, Ερωτήσω υμας καγω λόγον ενα, ον εαν ειπητέ μοι καγω υμιν ερω εν ποία εξουσία ταυτα ποιω. 25 το βάπτισμα το Ιωάννου πόθεν ην; εξ ουρανου η εξ ανθρώπων; οι δε διελογίζοντο εν εαυτοις λέγοντες, Εαν ειπωμεν, Εξ ουρανου, ερει ημιν, Δια τί ουν ουκ επιστεύσατε αυτω; 26 εαν δε ειπωμεν, Εξ ανθρώπων, φοβούμεθα τον οχλον, πάντες γαρ ως προφήτην εχουσιν τον Ιωάννην. 27 και αποκριθέντες τω Ιησου ειπαν, Ουκ οιδαμεν. εφη αυτοις και αυτός, Ουδε εγω λέγω υμιν εν ποία εξουσία ταυτα ποιω. 28 Τί δε υμιν δοκει; ανθρωπος ειχεν τέκνα δύο. και προσελθων τω πρώτω ειπεν, Τέκνον, υπαγε σήμερον εργάζου εν τω αμπελωνι. 29 ο δε αποκριθεις ειπεν, Ου θέλω, υστερον δε μεταμεληθεις απηλθεν. 30 προσελθων δε τω ετέρω ειπεν ωσαύτως. ο δε αποκριθεις ειπεν, Εγώ, κύριε. και ουκ απηλθεν. 31 τίς εκ των δύο εποίησεν το θέλημα του πατρός; λέγουσιν, Ο πρωτος. λέγει αυτοις ο Ιησους, Αμην λέγω υμιν οτι οι τελωναι και αι πόρναι προάγουσιν υμας εις την βασιλείαν του θεου. 32 ηλθεν γαρ Ιωάννης προς υμας εν οδω δικαιοσύνης, και ουκ επιστεύσατε αυτω. οι δε τελωναι και αι πόρναι επίστευσαν αυτω. υμεις δε ιδόντες ουδε μετεμελήθητε υστερον του πιστευσαι αυτω. 33 Αλλην παραβολην ακούσατε. Ανθρωπος ην οικοδεσπότης οστις εφύτευσεν αμπελωνα και φραγμον αυτω περιέθηκεν και ωρυξεν εν αυτω ληνον και ωκοδόμησεν πύργον, και εξέδετο αυτον γεωργοις, και απεδήμησεν. 34 οτε δε ηγγισεν ο καιρος των καρπων, απέστειλεν τους δούλους αυτου προς τους γεωργους λαβειν τους καρπους αυτου. 35 και λαβόντες οι γεωργοι τους δούλους αυτου ον μεν εδειραν, ον δε απέκτειναν, ον δε ελιθοβόλησαν. 36 πάλιν απέστειλεν αλλους δούλους πλείονας των πρώτων, και εποίησαν αυτοις ωσαύτως. 37 υστερον δε απέστειλεν προς αυτους τον υιον αυτου λέγων, Εντραπήσονται τον υιόν μου. 38 οι δε γεωργοι ιδόντες τον υιον ειπον εν εαυτοις, Ουτός εστιν ο κληρονόμος. δευτε αποκτείνωμεν αυτον και σχωμεν την κληρονομίαν αυτου. 39 και λαβόντες αυτον εξέβαλον εξω του αμπελωνος και απέκτειναν. 40 οταν ουν ελθη ο κύριος του αμπελωνος, τί ποιήσει τοις γεωργοις εκείνοις; 41 λέγουσιν αυτω, Κακους κακως απολέσει αυτούς, και τον αμπελωνα εκδώσεται αλλοις γεωργοις, οιτινες αποδώσουσιν αυτω τους καρπους εν τοις καιροις αυτων. 42 λέγει αυτοις ο Ιησους, Ουδέποτε ανέγνωτε εν ταις γραφαις, Λίθον ον απεδοκίμασαν οι οικοδομουντες ουτος εγενήθη εις κεφαλην γωνίας. παρα κυρίου εγένετο αυτη, και εστιν θαυμαστη εν οφθαλμοις ημων; 43 δια τουτο λέγω υμιν οτι αρθήσεται αφ' υμων η βασιλεία του θεου και δοθήσεται εθνει ποιουντι τους καρπους αυτης. 44 άΚαι ο πεσων επι τον λίθον τουτον συνθλασθήσεται. εφ' ον δ αν πέση λικμήσει αυτόν. έ 45 Και ακούσαντες οι αρχιερεις και οι Φαρισαιοι τας παραβολας αυτου εγνωσαν οτι περι αυτων λέγει. 46 και ζητουντες αυτον κρατησαι εφοβήθησαν τους οχλους, επει εις προφήτην αυτον ειχον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου