Παρασκευή, 21 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
16:1 Και προσελθόντες οι Φαρισαιοι και Σαδδουκαιοι πειράζοντες επηρώτησαν αυτον σημειον εκ του ουρανου επιδειξαι αυτοις. 2 ο δε αποκριθεις ειπεν αυτοις, Οψίας γενομένης λέγετε, Ευδία, πυρράζει γαρ ο ουρανός. 3 και πρωϊ, Σήμερον χειμών, πυρράζει γαρ στυγνάζων ο ουρανός. το μεν πρόσωπον του ουρανου γινώσκετε διακρίνειν, τα δε σημεια των καιρων ου δύνασθε. 4 Γενεα πονηρα και μοιχαλις σημειον επιζητει, και σημειον ου δοθήσεται αυτη ει μη το σημειον Ιωνα. και καταλιπων αυτους απηλθεν. 5 Και ελθόντες οι μαθηται εις το πέραν επελάθοντο αρτους λαβειν. 6 ο δε Ιησους ειπεν αυτοις, Ορατε και προσέχετε απο της ζύμης των Φαρισαίων και Σαδδουκαίων. 7 οι δε διελογίζοντο εν εαυτοις λέγοντες οτι Αρτους ουκ ελάβομεν. 8 γνους δε ο Ιησους ειπεν, Τί διαλογίζεσθε εν εαυτοις, ολιγόπιστοι, οτι αρτους ουκ εχετε; 9 ουπω νοειτε, ουδε μνημονεύετε τους πέντε αρτους των πεντακισχιλίων και πόσους κοφίνους ελάβετε; 10 ουδε τους επτα αρτους των τετρακισχιλίων και πόσας σπυρίδας ελάβετε; 11 πως ου νοειτε οτι ου περι αρτων ειπον υμιν; προσέχετε δε απο της ζύμης των Φαρισαίων και Σαδδουκαίων. 12 τότε συνηκαν οτι ουκ ειπεν προσέχειν απο της ζύμης των αρτων αλλα απο της διδαχης των Φαρισαίων και Σαδδουκαίων. 13 Ελθων δε ο Ιησους εις τα μέρη Καισαρείας της Φιλίππου ηρώτα τους μαθητας αυτου λέγων, Τίνα λέγουσιν οι ανθρωποι ειναι τον υιον του ανθρώπου; 14 οι δε ειπαν, Οι μεν Ιωάννην τον βαπτιστήν, αλλοι δε Ηλίαν, ετεροι δε Ιερεμίαν η ενα των προφητων. 15 λέγει αυτοις, Υμεις δε τίνα με λέγετε ειναι; 16 αποκριθεις δε Σίμων Πέτρος ειπεν, Συ ει ο Χριστος ο υιος του θεου του ζωντος. 17 αποκριθεις δε ο Ιησους ειπεν αυτω, Μακάριος ει, Σίμων Βαριωνα, οτι σαρξ και αιμα ουκ απεκάλυψέν σοι αλλ' ο πατήρ μου ο εν τοις ουρανοις. 18 καγω δέ σοι λέγω οτι συ ει Πέτρος, και επι ταύτη τη πέτρα οικοδομήσω μου την εκκλησίαν, και πύλαι αδου ου κατισχύσουσιν αυτης. 19 δώσω σοι τας κλειδας της βασιλείας των ουρανων, και ο εαν δήσης επι της γης εσται δεδεμένον εν τοις ουρανοις, και ο εαν λύσης επι της γης εσται λελυμένον εν τοις ουρανοις. 20 τότε διεστείλατο τοις μαθηταις ινα μηδενι ειπωσιν οτι αυτός εστιν ο Χριστός. 21 Απο τότε ηρξατο ο Ιησους δεικνύειν τοις μαθηταις αυτου οτι δει αυτον εις Ιεροσόλυμα απελθειν και πολλα παθειν απο των πρεσβυτέρων και αρχιερέων και γραμματέων και αποκτανθηναι και τη τρίτη ημέρα εγερθηναι. 22 και προσλαβόμενος αυτον ο Πέτρος ηρξατο επιτιμαν αυτω λέγων, Ιλεώς σοι, κύριε. ου μη εσται σοι τουτο. 23 ο δε στραφεις ειπεν τω Πέτρω, Υπαγε οπίσω μου, Σατανα. σκάνδαλον ει εμου, οτι ου φρονεις τα του θεου αλλα τα των ανθρώπων. 24 Τότε ο Ιησους ειπεν τοις μαθηταις αυτου, Ει τις θέλει οπίσω μου ελθειν, απαρνησάσθω εαυτον και αράτω τον σταυρον αυτου και ακολουθείτω μοι. 25 ος γαρ εαν θέλη την ψυχην αυτου σωσαι απολέσει αυτήν. ος δ αν απολέση την ψυχην αυτου ενεκεν εμου ευρήσει αυτήν. 26 τί γαρ ωφεληθήσεται ανθρωπος εαν τον κόσμον ολον κερδήση την δε ψυχην αυτου ζημιωθη; η τί δώσει ανθρωπος αντάλλαγμα της ψυχης αυτου; 27 μέλλει γαρ ο υιος του ανθρώπου ερχεσθαι εν τη δόξη του πατρος αυτου μετα των αγγέλων αυτου, και τότε αποδώσει εκάστω κατα την πραξιν αυτου. 28 αμην λέγω υμιν οτι εισίν τινες των ωδε εστώτων οιτινες ου μη γεύσωνται θανάτου εως αν ιδωσιν τον υιον του ανθρώπου ερχόμενον εν τη βασιλεία αυτου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου