Κυριακή, 9 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
6:1 Προσέχετε δε την δικαιοσύνην υμων μη ποιειν εμπροσθεν των ανθρώπων προς το θεαθηναι αυτοις. ει δε μή γε, μισθον ουκ εχετε παρα τω πατρι υμων τω εν τοις ουρανοις. 2 Οταν ουν ποιης ελεημοσύνην, μη σαλπίσης εμπροσθέν σου, ωσπερ οι υποκριται ποιουσιν εν ταις συναγωγαις και εν ταις ρύμαις, οπως δοξασθωσιν υπο των ανθρώπων. αμην λέγω υμιν, απέχουσιν τον μισθον αυτων. 3 σου δε ποιουντος ελεημοσύνην μη γνώτω η αριστερά σου τί ποιει η δεξιά σου, 4 οπως η σου η ελεημοσύνη εν τω κρυπτω. και ο πατήρ σου ο βλέπων εν τω κρυπτω αποδώσει σοι. 5 Και οταν προσεύχησθε, ουκ εσεσθε ως οι υποκριταί. οτι φιλουσιν εν ταις συναγωγαις και εν ταις γωνίαις των πλατειων εστωτες προσεύχεσθαι, οπως φανωσιν τοις ανθρώποις. αμην λέγω υμιν, απέχουσιν τον μισθον αυτων. 6 συ δε οταν προσεύχη, εισελθε εις το ταμειόν σου και κλείσας την θύραν σου πρόσευξαι τω πατρί σου τω εν τω κρυπτω. και ο πατήρ σου ο βλέπων εν τω κρυπτω αποδώσει σοι. 7 Προσευχόμενοι δε μη βατταλογήσητε ωσπερ οι εθνικοί, δοκουσιν γαρ οτι εν τη πολυλογία αυτων εισακουσθήσονται. 8 μη ουν ομοιωθητε αυτοις, οιδεν γαρ ο πατηρ υμων ων χρείαν εχετε προ του υμας αιτησαι αυτόν. 9 Ουτως ουν προσεύχεσθε υμεις. Πάτερ ημων ο εν τοις ουρανοις, αγιασθήτω το ονομά σου, 10 ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημά σου, ως εν ουρανω και επι γης. 11 Τον αρτον ημων τον επιούσιον δος ημιν σήμερον. 12 και αφες ημιν τα οφειλήματα ημων, ως και ημεις αφήκαμεν τοις οφειλέταις ημων. 13 και μη εισενέγκης ημας εις πειρασμόν, αλλα ρυσαι ημας απο του πονηρου. 14 Εαν γαρ αφητε τοις ανθρώποις τα παραπτώματα αυτων, αφήσει και υμιν ο πατηρ υμων ο ουράνιος. 15 εαν δε μη αφητε τοις ανθρώποις, ουδε ο πατηρ υμων αφήσει τα παραπτώματα υμων. 16 Οταν δε νηστεύητε, μη γίνεσθε ως οι υποκριται σκυθρωποί, αφανίζουσιν γαρ τα πρόσωπα αυτων οπως φανωσιν τοις ανθρώποις νηστεύοντες. αμην λέγω υμιν, απέχουσιν τον μισθον αυτων. 17 συ δε νηστεύων αλειψαί σου την κεφαλην και το πρόσωπόν σου νίψαι, 18 οπως μη φανης τοις ανθρώποις νηστεύων αλλα τω πατρί σου τω εν τω κρυφαίω. και ο πατήρ σου ο βλέπων εν τω κρυφαίω αποδώσει σοι. 19 Μη θησαυρίζετε υμιν θησαυρους επι της γης, οπου σης και βρωσις αφανίζει, και οπου κλέπται διορύσσουσιν και κλέπτουσιν. 20 θησαυρίζετε δε υμιν θησαυρους εν ουρανω, οπου ουτε σης ουτε βρωσις αφανίζει, και οπου κλέπται ου διορύσσουσιν ουδε κλέπτουσιν. 21 οπου γάρ εστιν ο θησαυρός σου, εκει εσται και η καρδία σου. 22 Ο λύχνος του σώματός εστιν ο οφθαλμός. εαν ουν η ο οφθαλμός σου απλους, ολον το σωμά σου φωτεινον εσται. 23 εαν δε ο οφθαλμός σου πονηρος η, ολον το σωμά σου σκοτεινον εσται. ει ουν το φως το εν σοι σκότος εστίν, το σκότος πόσον. 24 Ουδεις δύναται δυσι κυρίοις δουλεύειν. η γαρ τον ενα μισήσει και τον ετερον αγαπήσει, η ενος ανθέξεται και του ετέρου καταφρονήσει. ου δύνασθε θεω δουλεύειν και μαμωνα. 25 Δια τουτο λέγω υμιν, μη μεριμνατε τη ψυχη υμων τί φάγητε η τί πίητε, μηδε τω σώματι υμων τί ενδύσησθε. ουχι η ψυχη πλειόν εστιν της τροφης και το σωμα του ενδύματος; 26 εμβλέψατε εις τα πετεινα του ουρανου οτι ου σπείρουσιν ουδε θερίζουσιν ουδε συνάγουσιν εις αποθήκας, και ο πατηρ υμων ο ουράνιος τρέφει αυτά. ουχ υμεις μαλλον διαφέρετε αυτων; 27 τίς δε εξ υμων μεριμνων δύναται προσθειναι επι την ηλικίαν αυτου πηχυν ενα; 28 και περι ενδύματος τί μεριμνατε; καταμάθετε τα κρίνα του αγρου πως αυξάνουσιν. ου κοπιωσιν ουδε νήθουσιν. 29 λέγω δε υμιν οτι ουδε Σολομων εν πάση τη δόξη αυτου περιεβάλετο ως εν τούτων. 30 ει δε τον χόρτον του αγρου σήμερον οντα και αυριον εις κλίβανον βαλλόμενον ο θεος ουτως αμφιέννυσιν, ου πολλω μαλλον υμας, ολιγόπιστοι; 31 μη ουν μεριμνήσητε λέγοντες, Τί φάγωμεν; η, Τί πίωμεν; η, Τί περιβαλώμεθα; 32 πάντα γαρ ταυτα τα εθνη επιζητουσιν. οιδεν γαρ ο πατηρ υμων ο ουράνιος οτι χρήζετε τούτων απάντων. 33 ζητειτε δε πρωτον την βασιλείαν του θεου και την δικαιοσύνην αυτου, και ταυτα πάντα προστεθήσεται υμιν. 34 μη ουν μεριμνήσητε εις την αυριον, η γαρ αυριον μεριμνήσει εαυτης. αρκετον τη ημέρα η κακία αυτης.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου