Σάββατο, 29 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
23:1 Τότε ο Ιησους ελάλησεν τοις οχλοις και τοις μαθηταις αυτου 2 λέγων, Επι της Μωϋσέως καθέδρας εκάθισαν οι γραμματεις και οι Φαρισαιοι. 3 πάντα ουν οσα εαν ειπωσιν υμιν ποιήσατε και τηρειτε, κατα δε τα εργα αυτων μη ποιειτε. λέγουσιν γαρ και ου ποιουσιν. 4 δεσμεύουσιν δε φορτία βαρέα και δυσβάστακτα και επιτιθέασιν επι τους ωμους των ανθρώπων, αυτοι δε τω δακτύλω αυτων ου θέλουσιν κινησαι αυτά. 5 πάντα δε τα εργα αυτων ποιουσιν προς το θεαθηναι τοις ανθρώποις. πλατύνουσιν γαρ τα φυλακτήρια αυτων και μεγαλύνουσιν τα κράσπεδα, 6 φιλουσιν δε την πρωτοκλισίαν εν τοις δείπνοις και τας πρωτοκαθεδρίας εν ταις συναγωγαις 7 και τους ασπασμους εν ταις αγοραις και καλεισθαι υπο των ανθρώπων, Ραββί. 8 υμεις δε μη κληθητε, Ραββί, εις γάρ εστιν υμων ο διδάσκαλος, πάντες δε υμεις αδελφοί εστε. 9 και πατέρα μη καλέσητε υμων επι της γης, εις γάρ εστιν υμων ο πατηρ ο ουράνιος. 10 μηδε κληθητε καθηγηταί, οτι καθηγητης υμων εστιν εις ο Χριστός. 11 ο δε μείζων υμων εσται υμων διάκονος. 12 οστις δε υψώσει εαυτον ταπεινωθήσεται, και οστις ταπεινώσει εαυτον υψωθήσεται. 13 Ουαι δε υμιν, γραμματεις και Φαρισαιοι υποκριταί, οτι κλείετε την βασιλείαν των ουρανων εμπροσθεν των ανθρώπων. υμεις γαρ ουκ εισέρχεσθε, ουδε τους εισερχομένους αφίετε εισελθειν. 14 15 Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριταί, οτι περιάγετε την θάλασσαν και την ξηραν ποιησαι ενα προσήλυτον, και οταν γένηται ποιειτε αυτον υιον γεέννης διπλότερον υμων. 16 Ουαι υμιν, οδηγοι τυφλοι οι λέγοντες, Ος αν ομόση εν τω ναω, ουδέν εστιν. ος δ αν ομόση εν τω χρυσω του ναου οφείλει. 17 μωροι και τυφλοί, τίς γαρ μείζων εστίν, ο χρυσος η ο ναος ο αγιάσας τον χρυσόν; 18 καί, Ος αν ομόση εν τω θυσιαστηρίω, ουδέν εστιν. ος δ αν ομόση εν τω δώρω τω επάνω αυτου οφείλει. 19 τυφλοί, τί γαρ μειζον, το δωρον η το θυσιαστήριον το αγιάζον το δωρον; 20 ο ουν ομόσας εν τω θυσιαστηρίω ομνύει εν αυτω και εν πασι τοις επάνω αυτου. 21 και ο ομόσας εν τω ναω ομνύει εν αυτω και εν τω κατοικουντι αυτόν. 22 και ο ομόσας εν τω ουρανω ομνύει εν τω θρόνω του θεου και εν τω καθημένω επάνω αυτου. 23 Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριταί, οτι αποδεκατουτε το ηδύοσμον και το ανηθον και το κύμινον, και αφήκατε τα βαρύτερα του νόμου, την κρίσιν και το ελεος και την πίστιν. ταυτα δε εδει ποιησαι κακεινα μη αφιέναι. 24 οδηγοι τυφλοί, οι διϊλίζοντες τον κώνωπα την δε κάμηλον καταπίνοντες. 25 Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριταί, οτι καθαρίζετε το εξωθεν του ποτηρίου και της παροψίδος, εσωθεν δε γέμουσιν εξ αρπαγης και ακρασίας. 26 Φαρισαιε τυφλέ, καθάρισον πρωτον το εντος του ποτηρίου, ινα γένηται και το εκτος αυτου καθαρόν. 27 Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριταί, οτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οιτινες εξωθεν μεν φαίνονται ωραιοι εσωθεν δε γέμουσιν οστέων νεκρων και πάσης ακαθαρσίας. 28 ουτως και υμεις εξωθεν μεν φαίνεσθε τοις ανθρώποις δίκαιοι, εσωθεν δέ εστε μεστοι υποκρίσεως και ανομίας. 29 Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριταί, οτι οικοδομειτε τους τάφους των προφητων και κοσμειτε τα μνημεια των δικαίων, 30 και λέγετε, Ει ημεθα εν ταις ημέραις των πατέρων ημων, ουκ αν ημεθα αυτων κοινωνοι εν τω αιματι των προφητων. 31 ωστε μαρτυρειτε εαυτοις οτι υιοί εστε των φονευσάντων τους προφήτας. 32 και υμεις πληρώσατε το μέτρον των πατέρων υμων. 33 οφεις γεννήματα εχιδνων, πως φύγητε απο της κρίσεως της γεέννης; 34 δια τουτο ιδου εγω αποστέλλω προς υμας προφήτας και σοφους και γραμματεις. εξ αυτων αποκτενειτε και σταυρώσετε, και εξ αυτων μαστιγώσετε εν ταις συναγωγαις υμων και διώξετε απο πόλεως εις πόλιν. 35 οπως ελθη εφ' υμας παν αιμα δίκαιον εκχυννόμενον επι της γης απο του αιματος Αβελ του δικαίου εως του αιματος Ζαχαρίου υιου Βαραχίου, ον εφονεύσατε μεταξυ του ναου και του θυσιαστηρίου. 36 αμην λέγω υμιν, ηξει ταυτα πάντα επι την γενεαν ταύτην. 37 Ιερουσαλημ Ιερουσαλήμ, η αποκτείνουσα τους προφήτας και λιθοβολουσα τους απεσταλμένους προς αυτήν, ποσάκις ηθέλησα επισυναγαγειν τα τέκνα σου, ον τρόπον ορνις επισυνάγει τα νοσσία αυτης υπο τας πτέρυγας, και ουκ ηθελήσατε. 38 ιδου αφίεται υμιν ο οικος υμων ερημος. 39 λέγω γαρ υμιν, ου μή με ιδητε απ' αρτι εως αν ειπητε, Ευλογημένος ο ερχόμενος εν ονόματι κυρίου. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου