Σάββατο, 15 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
 11:1 Και εγένετο οτε ετέλεσεν ο Ιησους διατάσσων τοις δώδεκα μαθηταις αυτου, μετέβη εκειθεν του διδάσκειν και κηρύσσειν εν ταις πόλεσιν αυτων. 2 Ο δε Ιωάννης ακούσας εν τω δεσμωτηρίω τα εργα του Χριστου πέμψας δια των μαθητων αυτου 3 ειπεν αυτω, Συ ει ο ερχόμενος η ετερον προσδοκωμεν; 4 και αποκριθεις ο Ιησους ειπεν αυτοις, Πορευθέντες απαγγείλατε Ιωάννη α ακούετε και βλέπετε. 5 τυφλοι αναβλέπουσιν και χωλοι περιπατουσιν, λεπροι καθαρίζονται και κωφοι ακούουσιν, και νεκροι εγείρονται και πτωχοι ευαγγελίζονται. 6 και μακάριός εστιν ος εαν μη σκανδαλισθη εν εμοί. 7 Τούτων δε πορευομένων ηρξατο ο Ιησους λέγειν τοις οχλοις περι Ιωάννου, Τί εξήλθατε εις την ερημον θεάσασθαι; κάλαμον υπο ανέμου σαλευόμενον; 8 αλλα τί εξήλθατε ιδειν; ανθρωπον εν μαλακοις ημφιεσμένον; ιδου οι τα μαλακα φορουντες εν τοις οικοις των βασιλέων εισίν. 9 αλλα τί εξήλθατε ιδειν; προφήτην; ναί, λέγω υμιν, και περισσότερον προφήτου. 10 ουτός εστιν περι ου γέγραπται, Ιδου εγω αποστέλλω τον αγγελόν μου προ προσώπου σου, ος κατασκευάσει την οδόν σου εμπροσθέν σου. 11 αμην λέγω υμιν, ουκ εγήγερται εν γεννητοις γυναικων μείζων Ιωάννου του βαπτιστου. ο δε μικρότερος εν τη βασιλεία των ουρανων μείζων αυτου εστιν. 12 απο δε των ημερων Ιωάννου του βαπτιστου εως αρτι η βασιλεία των ουρανων βιάζεται, και βιασται αρπάζουσιν αυτήν. 13 πάντες γαρ οι προφηται και ο νόμος εως Ιωάννου επροφήτευσαν. 14 και ει θέλετε δέξασθαι, αυτός εστιν Ηλίας ο μέλλων ερχεσθαι. 15 ο εχων ωτα ακουέτω. 16 Τίνι δε ομοιώσω την γενεαν ταύτην; ομοία εστιν παιδίοις καθημένοις εν ταις αγοραις α προσφωνουντα τοις ετέροις 17 λέγουσιν, Ηυλήσαμεν υμιν και ουκ ωρχήσασθε. εθρηνήσαμεν και ουκ εκόψασθε. 18 ηλθεν γαρ Ιωάννης μήτε εσθίων μήτε πίνων, και λέγουσιν, Δαιμόνιον εχει. 19 ηλθεν ο υιος του ανθρώπου εσθίων και πίνων, και λέγουσιν, Ιδου ανθρωπος φάγος και οινοπότης, τελωνων φίλος και αμαρτωλων. και εδικαιώθη η σοφία απο των εργων αυτης. 20 Τότε ηρξατο ονειδίζειν τας πόλεις εν αις εγένοντο αι πλεισται δυνάμεις αυτου, οτι ου μετενόησαν. 21 Ουαί σοι, Χοραζίν. ουαί σοι, Βηθσαϊδά. οτι ει εν Τύρω και Σιδωνι εγένοντο αι δυνάμεις αι γενόμεναι εν υμιν, πάλαι αν εν σάκκω και σποδω μετενόησαν. 22 πλην λέγω υμιν, Τύρω και Σιδωνι ανεκτότερον εσται εν ημέρα κρίσεως η υμιν. 23 και σύ, Καφαρναούμ, μη εως ουρανου υψωθήση; εως αδου καταβήση. οτι ει εν Σοδόμοις εγενήθησαν αι δυνάμεις αι γενόμεναι εν σοί, εμεινεν αν μέχρι της σήμερον. 24 πλην λέγω υμιν οτι γη Σοδόμων ανεκτότερον εσται εν ημέρα κρίσεως η σοί. 25 Εν εκείνω τω καιρω αποκριθεις ο Ιησους ειπεν, Εξομολογουμαί σοι, πάτερ, κύριε του ουρανου και της γης, οτι εκρυψας ταυτα απο σοφων και συνετων και απεκάλυψας αυτα νηπίοις. 26 ναί, ο πατήρ, οτι ουτως ευδοκία εγένετο εμπροσθέν σου. 27 Πάντα μοι παρεδόθη υπο του πατρός μου, και ουδεις επιγινώσκει τον υιον ει μη ο πατήρ, ουδε τον πατέρα τις επιγινώσκει ει μη ο υιος και ω εαν βούληται ο υιος αποκαλύψαι. 28 Δευτε πρός με πάντες οι κοπιωντες και πεφορτισμένοι, καγω αναπαύσω υμας. 29 αρατε τον ζυγόν μου εφ' υμας και μάθετε απ' εμου, οτι πραϋς ειμι και ταπεινος τη καρδία, και ευρήσετε ανάπαυσιν ταις ψυχαις υμων. 30 ο γαρ ζυγός μου χρηστος και το φορτίον μου ελαφρόν εστιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου