Σάββατο, 27 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
9:1 Και ελεγεν αυτοις, Αμην λέγω υμιν οτι εισίν τινες ωδε των εστηκότων οιτινες ου μη γεύσωνται θανάτου εως αν ιδωσιν την βασιλείαν του θεου εληλυθυιαν εν δυνάμει. 2 Και μετα ημέρας εξ παραλαμβάνει ο Ιησους τον Πέτρον και τον Ιάκωβον και τον Ιωάννην, και αναφέρει αυτους εις ορος υψηλον κατ' ιδίαν μόνους. και μετεμορφώθη εμπροσθεν αυτων, 3 και τα ιμάτια αυτου εγένετο στίλβοντα λευκα λίαν οια γναφευς επι της γης ου δύναται ουτως λευκαναι. 4 και ωφθη αυτοις Ηλίας συν Μωϋσει, και ησαν συλλαλουντες τω Ιησου. 5 και αποκριθεις ο Πέτρος λέγει τω Ιησου, Ραββί, καλόν εστιν ημας ωδε ειναι, και ποιήσωμεν τρεις σκηνάς, σοι μίαν και Μωϋσει μίαν και Ηλία μίαν. 6 ου γαρ ηδει τί αποκριθη, εκφοβοι γαρ εγένοντο. 7 και εγένετο νεφέλη επισκιάζουσα αυτοις, και εγένετο φωνη εκ της νεφέλης, Ουτός εστιν ο υιός μου ο αγαπητός, ακούετε αυτου. 8 και εξάπινα περιβλεψάμενοι ουκέτι ουδένα ειδον αλλα τον Ιησουν μόνον μεθ' εαυτων. 9 Και καταβαινόντων αυτων εκ του ορους διεστείλατο αυτοις ινα μηδενι α ειδον διηγήσωνται, ει μη οταν ο υιος του ανθρώπου εκ νεκρων αναστη. 10 και τον λόγον εκράτησαν προς εαυτους συζητουντες τί εστιν το εκ νεκρων αναστηναι. 11 και επηρώτων αυτον λέγοντες, Οτι λέγουσιν οι γραμματεις οτι Ηλίαν δει ελθειν πρωτον; 12 ο δε εφη αυτοις, Ηλίας μεν ελθων πρωτον αποκαθιστάνει πάντα, και πως γέγραπται επι τον υιον του ανθρώπου ινα πολλα πάθη και εξουδενηθη; 13 αλλα λέγω υμιν οτι και Ηλίας ελήλυθεν, και εποίησαν αυτω οσα ηθελον, καθως γέγραπται επ' αυτόν. 14 Και ελθόντες προς τους μαθητας ειδον οχλον πολυν περι αυτους και γραμματεις συζητουντας προς αυτούς. 15 και ευθυς πας ο οχλος ιδόντες αυτον εξεθαμβήθησαν, και προστρέχοντες ησπάζοντο αυτόν. 16 και επηρώτησεν αυτούς, Τί συζητειτε προς αυτούς; 17 και απεκρίθη αυτω εις εκ του οχλου, Διδάσκαλε, ηνεγκα τον υιόν μου προς σέ, εχοντα πνευμα αλαλον. 18 και οπου εαν αυτον καταλάβη ρήσσει αυτόν, και αφρίζει και τρίζει τους οδόντας και ξηραίνεται. και ειπα τοις μαθηταις σου ινα αυτο εκβάλωσιν, και ουκ ισχυσαν. 19 ο δε αποκριθεις αυτοις λέγει, Ω γενεα απιστος, εως πότε προς υμας εσομαι; εως πότε ανέξομαι υμων; φέρετε αυτον πρός με. 20 και ηνεγκαν αυτον προς αυτόν. και ιδων αυτον το πνευμα ευθυς συνεσπάραξεν αυτόν, και πεσων επι της γης εκυλίετο αφρίζων. 21 και επηρώτησεν τον πατέρα αυτου, Πόσος χρόνος εστιν ως τουτο γέγονεν αυτω; ο δε ειπεν, Εκ παιδιόθεν. 22 και πολλάκις και εις πυρ αυτον εβαλεν και εις υδατα ινα απολέση αυτόν. αλλ ει τι δύνη, βοήθησον ημιν σπλαγχνισθεις εφ' ημας. 23 ο δε Ιησους ειπεν αυτω, Το Ει δύνη,η πάντα δυνατα τω πιστεύοντι. 24 ευθυς κράξας ο πατηρ του παιδίου ελεγεν, Πιστεύω. βοήθει μου τη απιστία. 25 ιδων δε ο Ιησους οτι επισυντρέχει οχλος επετίμησεν τω πνεύματι τω ακαθάρτω λέγων αυτω, Το αλαλον και κωφον πνευμα, εγω επιτάσσω σοι, εξελθε εξ αυτου και μηκέτι εισέλθης εις αυτόν. 26 και κράξας και πολλα σπαράξας εξηλθεν. και εγένετο ωσει νεκρός, ωστε τους πολλους λέγειν οτι απέθανεν. 27 ο δε Ιησους κρατήσας της χειρος αυτου ηγειρεν αυτόν, και ανέστη. 28 και εισελθόντος αυτου εις οικον οι μαθηται αυτου κατ' ιδίαν επηρώτων αυτόν, Οτι ημεις ουκ ηδυνήθημεν εκβαλειν αυτό; 29 και ειπεν αυτοις, Τουτο το γένος εν ουδενι δύναται εξελθειν ει μη εν προσευχη. 30 Κακειθεν εξελθόντες παρεπορεύοντο δια της Γαλιλαίας, και ουκ ηθελεν ινα τις γνοι. 31 εδίδασκεν γαρ τους μαθητας αυτου και ελεγεν αυτοις οτι Ο υιος του ανθρώπου παραδίδοται εις χειρας ανθρώπων, και αποκτενουσιν αυτόν, και αποκτανθεις μετα τρεις ημέρας αναστήσεται. 32 οι δε ηγνόουν το ρημα, και εφοβουντο αυτον επερωτησαι. 33 Και ηλθον εις Καφαρναούμ. και εν τη οικία γενόμενος επηρώτα αυτούς, Τί εν τη οδω διελογίζεσθε; 34 οι δε εσιώπων, προς αλλήλους γαρ διελέχθησαν εν τη οδω τίς μείζων. 35 και καθίσας εφώνησεν τους δώδεκα και λέγει αυτοις, Ει τις θέλει πρωτος ειναι εσται πάντων εσχατος και πάντων διάκονος. 36 και λαβων παιδίον εστησεν αυτο εν μέσω αυτων και εναγκαλισάμενος αυτο ειπεν αυτοις, 37 Ος αν εν των τοιούτων παιδίων δέξηται επι τω ονόματί μου, εμε δέχεται. και ος αν εμε δέχηται, ουκ εμε δέχεται αλλα τον αποστείλαντά με. 38 Εφη αυτω ο Ιωάννης, Διδάσκαλε, ειδομέν τινα εν τω ονόματί σου εκβάλλοντα δαιμόνια, και εκωλύομεν αυτόν, οτι ουκ ηκολούθει ημιν. 39 ο δε Ιησους ειπεν, Μη κωλύετε αυτόν, ουδεις γάρ εστιν ος ποιήσει δύναμιν επι τω ονόματί μου και δυνήσεται ταχυ κακολογησαί με. 40 ος γαρ ουκ εστιν καθ' ημων, υπερ ημων εστιν. 41 Ος γαρ αν ποτίση υμας ποτήριον υδατος εν ονόματι οτι Χριστου εστε, αμην λέγω υμιν οτι ου μη απολέση τον μισθον αυτου. 42 Και ος αν σκανδαλίση ενα των μικρων τούτων των πιστευόντων εις εμέ, καλόν εστιν αυτω μαλλον ει περίκειται μύλος ονικος περι τον τράχηλον αυτου και βέβληται εις την θάλασσαν. 43 Και εαν σκανδαλίζη σε η χείρ σου, απόκοψον αυτήν. καλόν εστίν σε κυλλον εισελθειν εις την ζωην η τας δύο χειρας εχοντα απελθειν εις την γέενναν, εις το πυρ το ασβεστον. 44 45 και εαν ο πούς σου σκανδαλίζη σε, απόκοψον αυτόν. καλόν εστίν σε εισελθειν εις την ζωην χωλον η τους δύο πόδας εχοντα βληθηναι εις την γέενναν. 46 47 και εαν ο οφθαλμός σου σκανδαλίζη σε, εκβαλε αυτόν. καλόν σέ εστιν μονόφθαλμον εισελθειν εις την βασιλείαν του θεου η δύο οφθαλμους εχοντα βληθηναι εις την γέενναν, 48 οπου ο σκώληξ αυτων ου τελευτα και το πυρ ου σβέννυται. 49 πας γαρ πυρι αλισθήσεται. 50 Καλον το αλας. εαν δε το αλας αναλον γένηται, εν τίνι αυτο αρτύσετε; εχετε εν εαυτοις αλα, και ειρηνεύετε εν αλλήλοις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου