Τετάρτη, 3 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
25:1 Τότε ομοιωθήσεται η βασιλεία των ουρανων δέκα παρθένοις, αιτινες λαβουσαι τας λαμπάδας εαυτων εξηλθον εις υπάντησιν του νυμφίου. 2 πέντε δε εξ αυτων ησαν μωραι και πέντε φρόνιμοι. 3 αι γαρ μωραι λαβουσαι τας λαμπάδας αυτων ουκ ελαβον μεθ' εαυτων ελαιον. 4 αι δε φρόνιμοι ελαβον ελαιον εν τοις αγγείοις μετα των λαμπάδων εαυτων. 5 χρονίζοντος δε του νυμφίου ενύσταξαν πασαι και εκάθευδον. 6 μέσης δε νυκτος κραυγη γέγονεν, Ιδου ο νυμφίος, εξέρχεσθε εις απάντησιν αυτου. 7 τότε ηγέρθησαν πασαι αι παρθένοι εκειναι και εκόσμησαν τας λαμπάδας εαυτων. 8 αι δε μωραι ταις φρονίμοις ειπαν, Δότε ημιν εκ του ελαίου υμων, οτι αι λαμπάδες ημων σβέννυνται. 9 απεκρίθησαν δε αι φρόνιμοι λέγουσαι, Μήποτε ου μη αρκέση ημιν και υμιν. πορεύεσθε μαλλον προς τους πωλουντας και αγοράσατε εαυταις. 10 απερχομένων δε αυτων αγοράσαι ηλθεν ο νυμφίος, και αι ετοιμοι εισηλθον μετ' αυτου εις τους γάμους, και εκλείσθη η θύρα. 11 υστερον δε ερχονται και αι λοιπαι παρθένοι λέγουσαι, Κύριε κύριε, ανοιξον ημιν. 12 ο δε αποκριθεις ειπεν, Αμην λέγω υμιν, ουκ οιδα υμας. 13 Γρηγορειτε ουν, οτι ουκ οιδατε την ημέραν ουδε την ωραν. 14 Ωσπερ γαρ ανθρωπος αποδημων εκάλεσεν τους ιδίους δούλους και παρέδωκεν αυτοις τα υπάρχοντα αυτου, 15 και ω μεν εδωκεν πέντε τάλαντα, ω δε δύο, ω δε εν, εκάστω κατα την ιδίαν δύναμιν, και απεδήμησεν. ευθέως 16 πορευθεις ο τα πέντε τάλαντα λαβων ηργάσατο εν αυτοις και εκέρδησεν αλλα πέντε. 17 ωσαύτως ο τα δύο εκέρδησεν αλλα δύο. 18 ο δε το εν λαβων απελθων ωρυξεν γην και εκρυψεν το αργύριον του κυρίου αυτου. 19 μετα δε πολυν χρόνον ερχεται ο κύριος των δούλων εκείνων και συναίρει λόγον μετ' αυτων. 20 και προσελθων ο τα πέντε τάλαντα λαβων προσήνεγκεν αλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας. ιδε αλλα πέντε τάλαντα εκέρδησα. 21 εφη αυτω ο κύριος αυτου, Ευ, δουλε αγαθε και πιστέ, επι ολίγα ης πιστός, επι πολλων σε καταστήσω. εισελθε εις την χαραν του κυρίου σου. 22 προσελθων δε και ο τα δύο τάλαντα ειπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας. ιδε αλλα δύο τάλαντα εκέρδησα. 23 εφη αυτω ο κύριος αυτου, Ευ, δουλε αγαθε και πιστέ, επι ολίγα ης πιστός, επι πολλων σε καταστήσω. εισελθε εις την χαραν του κυρίου σου. 24 προσελθων δε και ο το εν τάλαντον ειληφως ειπεν, Κύριε, εγνων σε οτι σκληρος ει ανθρωπος, θερίζων οπου ουκ εσπειρας και συνάγων οθεν ου διεσκόρπισας. 25 και φοβηθεις απελθων εκρυψα το τάλαντόν σου εν τη γη. ιδε εχεις το σόν. 26 αποκριθεις δε ο κύριος αυτου ειπεν αυτω, Πονηρε δουλε και οκνηρέ, ηδεις οτι θερίζω οπου ουκ εσπειρα και συνάγω οθεν ου διεσκόρπισα; 27 εδει σε ουν βαλειν τα αργύριά μου τοις τραπεζίταις, και ελθων εγω εκομισάμην αν το εμον συν τόκω. 28 αρατε ουν απ' αυτου το τάλαντον και δότε τω εχοντι τα δέκα τάλαντα. 29 τω γαρ εχοντι παντι δοθήσεται και περισσευθήσεται. του δε μη εχοντος και ο εχει αρθήσεται απ' αυτου. 30 και τον αχρειον δουλον εκβάλετε εις το σκότος το εξώτερον. εκει εσται ο κλαυθμος και ο βρυγμος των οδόντων. 31 Οταν δε ελθη ο υιος του ανθρώπου εν τη δόξη αυτου και πάντες οι αγγελοι μετ' αυτου, τότε καθίσει επι θρόνου δόξης αυτου. 32 και συναχθήσονται εμπροσθεν αυτου πάντα τα εθνη, και αφορίσει αυτους απ' αλλήλων, ωσπερ ο ποιμην αφορίζει τα πρόβατα απο των ερίφων, 33 και στήσει τα μεν πρόβατα εκ δεξιων αυτου τα δε ερίφια εξ ευωνύμων. 34 τότε ερει ο βασιλευς τοις εκ δεξιων αυτου, Δευτε, οι ευλογημένοι του πατρός μου, κληρονομήσατε την ητοιμασμένην υμιν βασιλείαν απο καταβολης κόσμου. 35 επείνασα γαρ και εδώκατέ μοι φαγειν, εδίψησα και εποτίσατέ με, ξένος ημην και συνηγάγετέ με, 36 γυμνος και περιεβάλετέ με, ησθένησα και επεσκέψασθέ με, εν φυλακη ημην και ηλθατε πρός με. 37 τότε αποκριθήσονται αυτω οι δίκαιοι λέγοντες, Κύριε, πότε σε ειδομεν πεινωντα και εθρέψαμεν, η διψωντα και εποτίσαμεν; 38 πότε δέ σε ειδομεν ξένον και συνηγάγομεν, η γυμνον και περιεβάλομεν; 39 πότε δέ σε ειδομεν ασθενουντα η εν φυλακη και ηλθομεν πρός σε; 40 και αποκριθεις ο βασιλευς ερει αυτοις, Αμην λέγω υμιν, εφ' οσον εποιήσατε ενι τούτων των αδελφων μου των ελαχίστων, εμοι εποιήσατε. 41 Τότε ερει και τοις εξ ευωνύμων, Πορεύεσθε απ' εμου οι κατηραμένοι εις το πυρ το αιώνιον το ητοιμασμένον τω διαβόλω και τοις αγγέλοις αυτου. 42 επείνασα γαρ και ουκ εδώκατέ μοι φαγειν, εδίψησα και ουκ εποτίσατέ με, 43 ξένος ημην και ου συνηγάγετέ με, γυμνος και ου περιεβάλετέ με, ασθενης και εν φυλακη και ουκ επεσκέψασθέ με. 44 τότε αποκριθήσονται και αυτοι λέγοντες, Κύριε, πότε σε ειδομεν πεινωντα η διψωντα η ξένον η γυμνον η ασθενη η εν φυλακη και ου διηκονήσαμέν σοι; 45 τότε αποκριθήσεται αυτοις λέγων, Αμην λέγω υμιν, εφ' οσον ουκ εποιήσατε ενι τούτων των ελαχίστων, ουδε εμοι εποιήσατε. 46 και απελεύσονται ουτοι εις κόλασιν αιώνιον, οι δε δίκαιοι εις ζωην αιώνιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου