Κυριακή, 25 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 25 ΝΟΕΜΒΡΙΟΥ ΣΤΑ ΑΡΧΑΙΑ

15(Λουκ. ιη´ 18-27) 
Τώ καιρώ εκείνω, άρχων τις προσήλθε τώ ᾿Ιησού λέγων• Διδάσκαλε αγαθέ, τί ποιήσας ζωήν αιώνιον κληρονομήσω; Είπε δέ αυτώ ο ᾿Ιησούς• Τί με λέγεις αγαθόν; ουδείς αγαθός ει μή είς ο Θεός. Τάς εντολάς οίδας• «μή μοιχεύσης, μή φονεύσης, μή κλέψης, μή ψευδομαρτυρήσης, τίμα τόν πατέρα σου καί τήν μητέρα σου».

῾Ο δέ είπε• Ταύτα πάντα εφυλαξάμην εκ νεότητός μου. ᾿Ακούσας δέ ταύτα ο ᾿Ιησούς είπεν αυτώ• ῎Ετι έν σοι λείπει• πάντα όσα έχεις πώλησον καί διάδος πτωχοίς, καί έξεις θησαυρόν εν ουρανώ, καί δεύρο ακολούθει μοι. ῾Ο δέ ακούσας ταύτα περίλυπος εγένετο• ήν γάρ πλούσιος σφόδρα. ᾿Ιδών δέ αυτόν ο ᾿Ιησούς περίλυπον γενόμενον είπε• Πώς δυσκόλως οι τά χρήματα έχοντες εισελεύσονται εις τήν βασιλείαν τού Θεού! 

Ευκοπώτερον γάρ εστι κάμηλον διά τρυμαλιάς ραφίδος εισελθείν ή πλούσιον εις τήν βασιλείαν τού Θεού εισελθείν. Είπον δέ οι ακούσαντες• Καί τίς δύναται σωθήναι; ῾Ο δέ είπε• Τά αδύνατα παρά ανθρώποις δυνατά παρά τώ Θεώ εστιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου