Πέμπτη, 22 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
9:1 Συγκαλεσάμενος δε τους δώδεκα εδωκεν αυτοις δύναμιν και εξουσίαν επι πάντα τα δαιμόνια και νόσους θεραπεύειν, 2 και απέστειλεν αυτους κηρύσσειν την βασιλείαν του θεου και ιασθαι τους ασθενεις, 3 και ειπεν προς αυτούς, Μηδεν αιρετε εις την οδόν, μήτε ράβδον μήτε πήραν μήτε αρτον μήτε αργύριον, μήτε ανα δύο χιτωνας εχειν. 4 και εις ην αν οικίαν εισέλθητε, εκει μένετε και εκειθεν εξέρχεσθε. 5 και οσοι αν μη δέχωνται υμας, εξερχόμενοι απο της πόλεως εκείνης τον κονιορτον απο των ποδων υμων αποτινάσσετε εις μαρτύριον επ' αυτούς. 6 εξερχόμενοι δε διήρχοντο κατα τας κώμας ευαγγελιζόμενοι και θεραπεύοντες πανταχου. 7 Ηκουσεν δε Ηρώδης ο τετραάρχης τα γινόμενα πάντα, και διηπόρει δια το λέγεσθαι υπό τινων οτι Ιωάννης ηγέρθη εκ νεκρων, 8 υπό τινων δε οτι Ηλίας εφάνη, αλλων δε οτι προφήτης τις των αρχαίων ανέστη. 9 ειπεν δε Ηρώδης, Ιωάννην εγω απεκεφάλισα. τίς δέ εστιν ουτος περι ου ακούω τοιαυτα; και εζήτει ιδειν αυτόν. 10 Και υποστρέψαντες οι απόστολοι διηγήσαντο αυτω οσα εποίησαν. και παραλαβων αυτους υπεχώρησεν κατ' ιδίαν εις πόλιν καλουμένην Βηθσαϊδά. 11 οι δε οχλοι γνόντες ηκολούθησαν αυτω. και αποδεξάμενος αυτους ελάλει αυτοις περι της βασιλείας του θεου, και τους χρείαν εχοντας θεραπείας ιατο. 12 Η δε ημέρα ηρξατο κλίνειν. προσελθόντες δε οι δώδεκα ειπαν αυτω, Απόλυσον τον οχλον, ινα πορευθέντες εις τας κύκλω κώμας και αγρους καταλύσωσιν και ευρωσιν επισιτισμόν, οτι ωδε εν ερήμω τόπω εσμέν. 13 ειπεν δε προς αυτούς, Δότε αυτοις υμεις φαγειν. οι δε ειπαν, Ουκ εισιν ημιν πλειον η αρτοι πέντε και ιχθύες δύο, ει μήτι πορευθέντες ημεις αγοράσωμεν εις πάντα τον λαον τουτον βρώματα. 14 ησαν γαρ ωσει ανδρες πεντακισχίλιοι. ειπεν δε προς τους μαθητας αυτου, Κατακλίνατε αυτους κλισίας ωσει ανα πεντήκοντα. 15 και εποίησαν ουτως και κατέκλιναν απαντας. 16 λαβων δε τους πέντε αρτους και τους δύο ιχθύας αναβλέψας εις τον ουρανον ευλόγησεν αυτους και κατέκλασεν και εδίδου τοις μαθηταις παραθειναι τω οχλω. 17 και εφαγον και εχορτάσθησαν πάντες, και ηρθη το περισσευσαν αυτοις κλασμάτων κόφινοι δώδεκα. 18 Και εγένετο εν τω ειναι αυτον προσευχόμενον κατα μόνας συνησαν αυτω οι μαθηταί, και επηρώτησεν αυτους λέγων, Τίνα με λέγουσιν οι οχλοι ειναι; 19 οι δε αποκριθέντες ειπαν, Ιωάννην τον βαπτιστήν, αλλοι δε Ηλίαν, αλλοι δε οτι προφήτης τις των αρχαίων ανέστη. 20 ειπεν δε αυτοις, Υμεις δε τίνα με λέγετε ειναι; Πέτρος δε αποκριθεις ειπεν, Τον Χριστον του θεου. 21 Ο δε επιτιμήσας αυτοις παρήγγειλεν μηδενι λέγειν τουτο, 22 ειπων οτι Δει τον υιον του ανθρώπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτέρων και αρχιερέων και γραμματέων και αποκτανθηναι και τη τρίτη ημέρα εγερθηναι. 23 Ελεγεν δε προς πάντας, Ει τις θέλει οπίσω μου ερχεσθαι, αρνησάσθω εαυτον και αράτω τον σταυρον αυτου καθ' ημέραν, και ακολουθείτω μοι. 24 ος γαρ αν θέλη την ψυχην αυτου σωσαι, απολέσει αυτήν. ος δ αν απολέση την ψυχην αυτου ενεκεν εμου, ουτος σώσει αυτήν. 25 τί γαρ ωφελειται ανθρωπος κερδήσας τον κόσμον ολον εαυτον δε απολέσας η ζημιωθείς; 26 ος γαρ αν επαισχυνθη με και τους εμους λόγους, τουτον ο υιος του ανθρώπου επαισχυνθήσεται, οταν ελθη εν τη δόξη αυτου και του πατρος και των αγίων αγγέλων. 27 λέγω δε υμιν αληθως, εισίν τινες των αυτου εστηκότων οι ου μη γεύσωνται θανάτου εως αν ιδωσιν την βασιλείαν του θεου. 28 Εγένετο δε μετα τους λόγους τούτους ωσει ημέραι οκτω και παραλαβων Πέτρον και Ιωάννην και Ιάκωβον ανέβη εις το ορος προσεύξασθαι. 29 και εγένετο εν τω προσεύχεσθαι αυτον το ειδος του προσώπου αυτου ετερον και ο ιματισμος αυτου λευκος εξαστράπτων. 30 και ιδου ανδρες δύο συνελάλουν αυτω, οιτινες ησαν Μωϋσης και Ηλίας, 31 οι οφθέντες εν δόξη ελεγον την εξοδον αυτου ην ημελλεν πληρουν εν Ιερουσαλήμ. 32 ο δε Πέτρος και οι συν αυτω ησαν βεβαρημένοι υπνω. διαγρηγορήσαντες δε ειδον την δόξαν αυτου και τους δύο ανδρας τους συνεστωτας αυτω. 33 και εγένετο εν τω διαχωρίζεσθαι αυτους απ' αυτου ειπεν ο Πέτρος προς τον Ιησουν, Επιστάτα, καλόν εστιν ημας ωδε ειναι, και ποιήσωμεν σκηνας τρεις, μίαν σοι και μίαν Μωϋσει και μίαν Ηλία, μη ειδως ο λέγει. 34 ταυτα δε αυτου λέγοντος εγένετο νεφέλη και επεσκίαζεν αυτούς. εφοβήθησαν δε εν τω εισελθειν αυτους εις την νεφέλην. 35 και φωνη εγένετο εκ της νεφέλης λέγουσα, Ουτός εστιν ο υιός μου ο εκλελεγμένος, αυτου ακούετε. 36 και εν τω γενέσθαι την φωνην ευρέθη Ιησους μόνος. και αυτοι εσίγησαν και ουδενι απήγγειλαν εν εκείναις ταις ημέραις ουδεν ων εώρακαν. 37 Εγένετο δε τη εξης ημέρα κατελθόντων αυτων απο του ορους συνήντησεν αυτω οχλος πολύς. 38 και ιδου ανηρ απο του οχλου εβόησεν λέγων, Διδάσκαλε, δέομαί σου επιβλέψαι επι τον υιόν μου, οτι μονογενής μοί εστιν, 39 και ιδου πνευμα λαμβάνει αυτόν, και εξαίφνης κράζει, και σπαράσσει αυτον μετα αφρου και μόγις αποχωρει απ' αυτου συντριβον αυτόν. 40 και εδεήθην των μαθητων σου ινα εκβάλωσιν αυτό, και ουκ ηδυνήθησαν. 41 αποκριθεις δε ο Ιησους ειπεν, Ω γενεα απιστος και διεστραμμένη, εως πότε εσομαι προς υμας και ανέξομαι υμων; προσάγαγε ωδε τον υιόν σου. 42 ετι δε προσερχομένου αυτου ερρηξεν αυτον το δαιμόνιον και συνεσπάραξεν. επετίμησεν δε ο Ιησους τω πνεύματι τω ακαθάρτω, και ιάσατο τον παιδα και απέδωκεν αυτον τω πατρι αυτου. 43 εξεπλήσσοντο δε πάντες επι τη μεγαλειότητι του θεου. Πάντων δε θαυμαζόντων επι πασιν οις εποίει ειπεν προς τους μαθητας αυτου, 44 Θέσθε υμεις εις τα ωτα υμων τους λόγους τούτους, ο γαρ υιος του ανθρώπου μέλλει παραδίδοσθαι εις χειρας ανθρώπων. 45 οι δε ηγνόουν το ρημα τουτο, και ην παρακεκαλυμμένον απ' αυτων ινα μη αισθωνται αυτό, και εφοβουντο ερωτησαι αυτον περι του ρήματος τούτου. 46 Εισηλθεν δε διαλογισμος εν αυτοις, το τίς αν ειη μείζων αυτων. 47 ο δε Ιησους ειδως τον διαλογισμον της καρδίας αυτων επιλαβόμενος παιδίον εστησεν αυτο παρ' εαυτω, 48 και ειπεν αυτοις, Ος εαν δέξηται τουτο το παιδίον επι τω ονόματί μου εμε δέχεται, και ος αν εμε δέξηται δέχεται τον αποστείλαντά με. ο γαρ μικρότερος εν πασιν υμιν υπάρχων ουτός εστιν μέγας. 49 Αποκριθεις δε Ιωάννης ειπεν, Επιστάτα, ειδομέν τινα εν τω ονόματί σου εκβάλλοντα δαιμόνια, και εκωλύομεν αυτον οτι ουκ ακολουθει μεθ' ημων. 50 ειπεν δε προς αυτον ο Ιησους, Μη κωλύετε, ος γαρ ουκ εστιν καθ' υμων υπερ υμων εστιν. 51 Εγένετο δε εν τω συμπληρουσθαι τας ημέρας της αναλήμψεως αυτου και αυτος το πρόσωπον εστήρισεν του πορεύεσθαι εις Ιερουσαλήμ, 52 και απέστειλεν αγγέλους προ προσώπου αυτου. και πορευθέντες εισηλθον εις κώμην Σαμαριτων, ως ετοιμάσαι αυτω. 53 και ουκ εδέξαντο αυτόν, οτι το πρόσωπον αυτου ην πορευόμενον εις Ιερουσαλήμ. 54 ιδόντες δε οι μαθηται Ιάκωβος και Ιωάννης ειπαν, Κύριε, θέλεις ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτούς; 55 στραφεις δε επετίμησεν αυτοις. 56 και επορεύθησαν εις ετέραν κώμην. 57 Και πορευομένων αυτων εν τη οδω ειπέν τις προς αυτόν, Ακολουθήσω σοι οπου εαν απέρχη. 58 και ειπεν αυτω ο Ιησους, Αι αλώπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνώσεις, ο δε υιος του ανθρώπου ουκ εχει που την κεφαλην κλίνη. 59 Ειπεν δε προς ετερον, Ακολούθει μοι. ο δε ειπεν, Κύριε, επίτρεψόν μοι απελθόντι πρωτον θάψαι τον πατέρα μου. 60 ειπεν δε αυτω, Αφες τους νεκρους θάψαι τους εαυτων νεκρούς, συ δε απελθων διάγγελλε την βασιλείαν του θεου. 61 Ειπεν δε και ετερος, Ακολουθήσω σοι, κύριε. πρωτον δε επίτρεψόν μοι αποτάξασθαι τοις εις τον οικόν μου. 62 ειπεν δε προς αυτον ο Ιησους, Ουδεις επιβαλων την χειρα επ' αροτρον και βλέπων εις τα οπίσω ευθετός εστιν τη βασιλεία του θεου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου