Κυριακή, 25 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
10:1 Μετα δε ταυτα ανέδειξεν ο κύριος ετέρους εβδομήκοντα δύο, και απέστειλεν αυτους ανα δύο δύο προ προσώπου αυτου εις πασαν πόλιν και τόπον ου ημελλεν αυτος ερχεσθαι. 2 ελεγεν δε προς αυτούς, Ο μεν θερισμος πολύς, οι δε εργάται ολίγοι. δεήθητε ουν του κυρίου του θερισμου οπως εργάτας εκβάλη εις τον θερισμον αυτου. 3 υπάγετε. ιδου αποστέλλω υμας ως αρνας εν μέσω λύκων. 4 μη βαστάζετε βαλλάντιον, μη πήραν, μη υποδήματα, και μηδένα κατα την οδον ασπάσησθε. 5 εις ην δ αν εισέλθητε οικίαν, πρωτον λέγετε, Ειρήνη τω οικω τούτω. 6 και εαν εκει η υιος ειρήνης, επαναπαήσεται επ' αυτον η ειρήνη υμων. ει δε μή γε, εφ' υμας ανακάμψει. 7 εν αυτη δε τη οικία μένετε, εσθίοντες και πίνοντες τα παρ' αυτων, αξιος γαρ ο εργάτης του μισθου αυτου. μη μεταβαίνετε εξ οικίας εις οικίαν. 8 και εις ην αν πόλιν εισέρχησθε και δέχωνται υμας, εσθίετε τα παρατιθέμενα υμιν, 9 και θεραπεύετε τους εν αυτη ασθενεις, και λέγετε αυτοις, Ηγγικεν εφ' υμας η βασιλεία του θεου. 10 εις ην δ αν πόλιν εισέλθητε και μη δέχωνται υμας, εξελθόντες εις τας πλατείας αυτης ειπατε, 11 Και τον κονιορτον τον κολληθέντα ημιν εκ της πόλεως υμων εις τους πόδας απομασσόμεθα υμιν. πλην τουτο γινώσκετε οτι ηγγικεν η βασιλεία του θεου. 12 λέγω υμιν οτι Σοδόμοις εν τη ημέρα εκείνη ανεκτότερον εσται η τη πόλει εκείνη. 13 Ουαί σοι, Χοραζίν. ουαί σοι, Βηθσαϊδά. οτι ει εν Τύρω και Σιδωνι εγενήθησαν αι δυνάμεις αι γενόμεναι εν υμιν, πάλαι αν εν σάκκω και σποδω καθήμενοι μετενόησαν. 14 πλην Τύρω και Σιδωνι ανεκτότερον εσται εν τη κρίσει η υμιν. 15 και σύ, Καφαρναούμ, μη εως ουρανου υψωθήση; εως του αδου καταβήση. 16 Ο ακούων υμων εμου ακούει, και ο αθετων υμας εμε αθετει. ο δε εμε αθετων αθετει τον αποστείλαντά με. 17 Υπέστρεψαν δε οι εβδομήκοντα δύο μετα χαρας λέγοντες, Κύριε, και τα δαιμόνια υποτάσσεται ημιν εν τω ονόματί σου. 18 ειπεν δε αυτοις, Εθεώρουν τον Σαταναν ως αστραπην εκ του ουρανου πεσόντα. 19 ιδου δέδωκα υμιν την εξουσίαν του πατειν επάνω οφεων και σκορπίων, και επι πασαν την δύναμιν του εχθρου, και ουδεν υμας ου μη αδικήση. 20 πλην εν τούτω μη χαίρετε οτι τα πνεύματα υμιν υποτάσσεται, χαίρετε δε οτι τα ονόματα υμων εγγέγραπται εν τοις ουρανοις. 21 Εν αυτη τη ωρα ηγαλλιάσατο εν τω πνεύματι τω αγίω και ειπεν, Εξομολογουμαί σοι, πάτερ, κύριε του ουρανου και της γης, οτι απέκρυψας ταυτα απο σοφων και συνετων, και απεκάλυψας αυτα νηπίοις. ναί, ο πατήρ, οτι ουτως ευδοκία εγένετο εμπροσθέν σου. 22 Πάντα μοι παρεδόθη υπο του πατρός μου, και ουδεις γινώσκει τίς εστιν ο υιος ει μη ο πατήρ, και τίς εστιν ο πατηρ ει μη ο υιος και ω εαν βούληται ο υιος αποκαλύψαι. 23 Και στραφεις προς τους μαθητας κατ' ιδίαν ειπεν, Μακάριοι οι οφθαλμοι οι βλέποντες α βλέπετε. 24 λέγω γαρ υμιν οτι πολλοι προφηται και βασιλεις ηθέλησαν ιδειν α υμεις βλέπετε και ουκ ειδαν, και ακουσαι α ακούετε και ουκ ηκουσαν. 25 Και ιδου νομικός τις ανέστη εκπειράζων αυτον λέγων, Διδάσκαλε, τί ποιήσας ζωην αιώνιον κληρονομήσω; 26 ο δε ειπεν προς αυτόν, Εν τω νόμω τί γέγραπται; πως αναγινώσκεις; 27 ο δε αποκριθεις ειπεν, Αγαπήσεις κύριον τον θεόν σου εξ ολης της καρδίας σου και εν ολη τη ψυχη σου και εν ολη τη ισχύϊ σου και εν ολη τη διανοία σου, και τον πλησίον σου ως σεαυτόν. 28 ειπεν δε αυτω, Ορθως απεκρίθης. τουτο ποίει και ζήση. 29 ο δε θέλων δικαιωσαι εαυτον ειπεν προς τον Ιησουν, Και τίς εστίν μου πλησίον; 30 υπολαβων ο Ιησους ειπεν, Ανθρωπός τις κατέβαινεν απο Ιερουσαλημ εις Ιεριχω και λησταις περιέπεσεν, οι και εκδύσαντες αυτον και πληγας επιθέντες απηλθον αφέντες ημιθανη. 31 κατα συγκυρίαν δε ιερεύς τις κατέβαινεν εν τη οδω εκείνη, και ιδων αυτον αντιπαρηλθεν. 32 ομοίως δε και Λευίτης γενόμενος κατα τον τόπον ελθων και ιδων αντιπαρηλθεν. 33 Σαμαρίτης δέ τις οδεύων ηλθεν κατ' αυτον και ιδων εσπλαγχνίσθη, 34 και προσελθων κατέδησεν τα τραύματα αυτου επιχέων ελαιον και οινον, επιβιβάσας δε αυτον επι το ιδιον κτηνος ηγαγεν αυτον εις πανδοχειον και επεμελήθη αυτου. 35 και επι την αυριον εκβαλων εδωκεν δύο δηνάρια τω πανδοχει και ειπεν, Επιμελήθητι αυτου, και ο τι αν προσδαπανήσης εγω εν τω επανέρχεσθαί με αποδώσω σοι. 36 τίς τούτων των τριων πλησίον δοκει σοι γεγονέναι του εμπεσόντος εις τους ληστάς; 37 ο δε ειπεν, Ο ποιήσας το ελεος μετ' αυτου. ειπεν δε αυτω ο Ιησους, Πορεύου και συ ποίει ομοίως. 38 Εν δε τω πορεύεσθαι αυτους αυτος εισηλθεν εις κώμην τινά. γυνη δέ τις ονόματι Μάρθα υπεδέξατο αυτόν. 39 και τηδε ην αδελφη καλουμένη Μαριάμ, η και παρακαθεσθεισα προς τους πόδας του κυρίου ηκουεν τον λόγον αυτου. 40 η δε Μάρθα περιεσπατο περι πολλην διακονίαν. επιστασα δε ειπεν, Κύριε, ου μέλει σοι οτι η αδελφή μου μόνην με κατέλιπεν διακονειν; ειπε ουν αυτη ινα μοι συναντιλάβηται. 41 αποκριθεις δε ειπεν αυτη ο κύριος, Μάρθα Μάρθα, μεριμνας και θορυβάζη περι πολλά, 42 ενος δέ εστιν χρεία. Μαριαμ γαρ την αγαθην μερίδα εξελέξατο ητις ουκ αφαιρεθήσεται αυτης. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου