Δευτέρα, 26 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
11:1 Και εγένετο εν τω ειναι αυτον εν τόπω τινι προσευχόμενον, ως επαύσατο, ειπέν τις των μαθητων αυτου προς αυτόν, Κύριε, δίδαξον ημας προσεύχεσθαι, καθως και Ιωάννης εδίδαξεν τους μαθητας αυτου. 2 ειπεν δε αυτοις, Οταν προσεύχησθε, λέγετε, Πάτερ, αγιασθήτω το ονομά σου. ελθέτω η βασιλεία σου. 3 τον αρτον ημων τον επιούσιον δίδου ημιν το καθ' ημέραν. 4 και αφες ημιν τας αμαρτίας ημων, και γαρ αυτοι αφίομεν παντι οφείλοντι ημιν. και μη εισενέγκης ημας εις πειρασμόν. 5 Και ειπεν προς αυτούς, Τίς εξ υμων εξει φίλον και πορεύσεται προς αυτον μεσονυκτίου και ειπη αυτω, Φίλε, χρησόν μοι τρεις αρτους, 6 επειδη φίλος μου παρεγένετο εξ οδου πρός με και ουκ εχω ο παραθήσω αυτω. 7 κακεινος εσωθεν αποκριθεις ειπη, Μή μοι κόπους πάρεχε. ηδη η θύρα κέκλεισται, και τα παιδία μου μετ' εμου εις την κοίτην εισίν. ου δύναμαι αναστας δουναί σοι. 8 λέγω υμιν, ει και ου δώσει αυτω αναστας δια το ειναι φίλον αυτου, διά γε την αναίδειαν αυτου εγερθεις δώσει αυτω οσων χρήζει. 9 καγω υμιν λέγω, αιτειτε, και δοθήσεται υμιν. ζητειτε, και ευρήσετε. κρούετε, και ανοιγήσεται υμιν. 10 πας γαρ ο αιτων λαμβάνει, και ο ζητων ευρίσκει, και τω κρούοντι ανοιγήςεται. 11 τίνα δε εξ υμων τον πατέρα αιτήσει ο υιος ιχθύν, και αντι ιχθύος οφιν αυτω επιδώσει; 12 η και αιτήσει ωόν, επιδώσει αυτω σκορπίον; 13 ει ουν υμεις πονηροι υπάρχοντες οιδατε δόματα αγαθα διδόναι τοις τέκνοις υμων, πόσω μαλλον ο πατηρ ο εξ ουρανου δώσει πνευμα αγιον τοις αιτουσιν αυτόν. 14 Και ην εκβάλλων δαιμόνιον, και αυτο ην κωφόν. εγένετο δε του δαιμονίου εξελθόντος ελάλησεν ο κωφός. και εθαύμασαν οι οχλοι. 15 τινες δε εξ αυτων ειπον, Εν Βεελζεβουλ τω αρχοντι των δαιμονίων εκβάλλει τα δαιμόνια. 16 ετεροι δε πειράζοντες σημειον εξ ουρανου εζήτουν παρ' αυτου. 17 αυτος δε ειδως αυτων τα διανοήματα ειπεν αυτοις, Πασα βασιλεία εφ' εαυτην διαμερισθεισα ερημουται, και οικος επι οικον πίπτει. 18 ει δε και ο Σατανας εφ' εαυτον διεμερίσθη, πως σταθήσεται η βασιλεία αυτου; οτι λέγετε εν Βεελζεβουλ εκβάλλειν με τα δαιμόνια. 19 ει δε εγω εν Βεελζεβουλ εκβάλλω τα δαιμόνια, οι υιοι υμων εν τίνι εκβάλλουσιν; δια τουτο αυτοι υμων κριται εσονται. 20 ει δε εν δακτύλω θεου εγω εκβάλλω τα δαιμόνια, αρα εφθασεν εφ' υμας η βασιλεία του θεου. 21 οταν ο ισχυρος καθωπλισμένος φυλάσση την εαυτου αυλήν, εν ειρήνη εστιν τα υπάρχοντα αυτου. 22 επαν δε ισχυρότερος αυτου επελθων νικήση αυτόν, την πανοπλίαν αυτου αιρει εφ' η επεποίθει, και τα σκυλα αυτου διαδίδωσιν. 23 ο μη ων μετ' εμου κατ' εμου εστιν, και ο μη συνάγων μετ' εμου σκορπίζει. 24 Οταν το ακάθαρτον πνευμα εξέλθη απο του ανθρώπου, διέρχεται δι' ανύδρων τόπων ζητουν ανάπαυσιν, και μη ευρίσκον, τότε λέγει, Υποστρέψω εις τον οικόν μου οθεν εξηλθον. 25 και ελθον ευρίσκει σεσαρωμένον και κεκοσμημένον. 26 τότε πορεύεται και παραλαμβάνει ετερα πνεύματα πονηρότερα εαυτου επτά, και εισελθόντα κατοικει εκει, και γίνεται τα εσχατα του ανθρώπου εκείνου χείρονα των πρώτων. 27 Εγένετο δε εν τω λέγειν αυτον ταυτα επάρασά τις φωνην γυνη εκ του οχλου ειπεν αυτω, Μακαρία η κοιλία η βαστάσασά σε και μαστοι ους εθήλασας. 28 αυτος δε ειπεν, Μενουν μακάριοι οι ακούοντες τον λόγον του θεου και φυλάσσοντες. 29 Των δε οχλων επαθροιζομένων ηρξατο λέγειν, Η γενεα αυτη γενεα πονηρά εστιν. σημειον ζητει, και σημειον ου δοθήσεται αυτη ει μη το σημειον Ιωνα. 30 καθως γαρ εγένετο Ιωνας τοις Νινευίταις σημειον, ουτως εσται και ο υιος του ανθρώπου τη γενεα ταύτη. 31 βασίλισσα νότου εγερθήσεται εν τη κρίσει μετα των ανδρων της γενεας ταύτης και κατακρινει αυτούς. οτι ηλθεν εκ των περάτων της γης ακουσαι την σοφίαν Σολομωνος, και ιδου πλειον Σολομωνος ωδε. 32 ανδρες Νινευιται αναστήσονται εν τη κρίσει μετα της γενεας ταύτης και κατακρινουσιν αυτήν. οτι μετενόησαν εις το κήρυγμα Ιωνα, και ιδου πλειον Ιωνα ωδε. 33 Ουδεις λύχνον αψας εις κρύπτην τίθησιν ουδε υπο τον μόδιον αλλ' επι την λυχνίαν, ινα οι εισπορευόμενοι το φως βλέπωσιν. 34 ο λύχνος του σώματός εστιν ο οφθαλμός σου. οταν ο οφθαλμός σου απλους η, και ολον το σωμά σου φωτεινόν εστιν. επαν δε πονηρος η, και το σωμά σου σκοτεινόν. 35 σκόπει ουν μη το φως το εν σοι σκότος εστίν. 36 ει ουν το σωμά σου ολον φωτεινόν, μη εχον μέρος τι σκοτεινόν, εσται φωτεινον ολον ως οταν ο λύχνος τη αστραπη φωτίζη σε. 37 Εν δε τω λαλησαι ερωτα αυτον Φαρισαιος οπως αριστήση παρ' αυτω. εισελθων δε ανέπεσεν. 38 ο δε Φαρισαιος ιδων εθαύμασεν οτι ου πρωτον εβαπτίσθη προ του αρίστου. 39 ειπεν δε ο κύριος προς αυτόν, Νυν υμεις οι Φαρισαιοι το εξωθεν του ποτηρίου και του πίνακος καθαρίζετε, το δε εσωθεν υμων γέμει αρπαγης και πονηρίας. 40 αφρονες, ουχ ο ποιήσας το εξωθεν και το εσωθεν εποίησεν; 41 πλην τα ενόντα δότε ελεημοσύνην, και ιδου πάντα καθαρα υμιν εστιν. 42 αλλα ουαι υμιν τοις Φαρισαίοις, οτι αποδεκατουτε το ηδύοσμον και το πήγανον και παν λάχανον, και παρέρχεσθε την κρίσιν και την αγάπην του θεου. ταυτα δε εδει ποιησαι κακεινα μη παρειναι. 43 ουαι υμιν τοις Φαρισαίοις, οτι αγαπατε την πρωτοκαθεδρίαν εν ταις συναγωγαις και τους ασπασμους εν ταις αγοραις. 44 ουαι υμιν, οτι εστε ως τα μνημεια τα αδηλα, και οι ανθρωποι οι περιπατουντες επάνω ουκ οιδασιν. 45 Αποκριθεις δέ τις των νομικων λέγει αυτω, Διδάσκαλε, ταυτα λέγων και ημας υβρίζεις. 46 ο δε ειπεν, Και υμιν τοις νομικοις ουαί, οτι φορτίζετε τους ανθρώπους φορτία δυσβάστακτα, και αυτοι ενι των δακτύλων υμων ου προσψαύετε τοις φορτίοις. 47 ουαι υμιν, οτι οικοδομειτε τα μνημεια των προφητων, οι δε πατέρες υμων απέκτειναν αυτούς. 48 αρα μάρτυρές εστε και συνευδοκειτε τοις εργοις των πατέρων υμων, οτι αυτοι μεν απέκτειναν αυτους υμεις δε οικοδομειτε. 49 δια τουτο και η σοφία του θεου ειπεν, Αποστελω εις αυτους προφήτας και αποστόλους, και εξ αυτων αποκτενουσιν και διώξουσιν, 50 ινα εκζητηθη το αιμα πάντων των προφητων το εκκεχυμένον απο καταβολης κόσμου απο της γενεας ταύτης, 51 απο αιματος Αβελ εως αιματος Ζαχαρίου του απολομένου μεταξυ του θυσιαστηρίου και του οικου. ναί, λέγω υμιν, εκζητηθήσεται απο της γενεας ταύτης. 52 ουαι υμιν τοις νομικοις, οτι ηρατε την κλειδα της γνώσεως. αυτοι ουκ εισήλθατε και τους εισερχομένους εκωλύσατε. 53 Κακειθεν εξελθόντος αυτου ηρξαντο οι γραμματεις και οι Φαρισαιοι δεινως ενέχειν και αποστοματίζειν αυτον περι πλειόνων, 54 ενεδρεύοντες αυτον θηρευσαί τι εκ του στόματος αυτου. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου