Πέμπτη, 8 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
 16:1 Και διαγενομένου του σαββάτου Μαρία η Μαγδαληνη και Μαρία η του Ιακώβου και Σαλώμη ηγόρασαν αρώματα ινα ελθουσαι αλείψωσιν αυτόν. 2 και λίαν πρωϊ τη μια των σαββάτων ερχονται επι το μνημειον ανατείλαντος του ηλίου. 3 και ελεγον προς εαυτάς, Τίς αποκυλίσει ημιν τον λίθον εκ της θύρας του μνημείου; 4 και αναβλέψασαι θεωρουσιν οτι αποκεκύλισται ο λίθος, ην γαρ μέγας σφόδρα. 5 και εισελθουσαι εις το μνημειον ειδον νεανίσκον καθήμενον εν τοις δεξιοις περιβεβλημένον στολην λευκήν, και εξεθαμβήθησαν. 6 ο δε λέγει αυταις, Μη εκθαμβεισθε. Ιησουν ζητειτε τον Ναζαρηνον τον εσταυρωμένον. ηγέρθη, ουκ εστιν ωδε. ιδε ο τόπος οπου εθηκαν αυτόν. 7 αλλα υπάγετε ειπατε τοις μαθηταις αυτου και τω Πέτρω οτι Προάγει υμας εις την Γαλιλαίαν. εκει αυτον οψεσθε, καθως ειπεν υμιν. 8 και εξελθουσαι εφυγον απο του μνημείου, ειχεν γαρ αυτας τρόμος και εκστασις. και ουδενι ουδεν ειπαν, εφοβουντο γάρ. 9 ά Αναστας δε πρωϊ πρώτη σαββάτου εφάνη πρωτον Μαρία τη Μαγδαληνη, παρ' ης εκβεβλήκει επτα δαιμόνια. 10 εκείνη πορευθεισα απήγγειλεν τοις μετ' αυτου γενομένοις πενθουσι και κλαίουσιν. 11 κακεινοι ακούσαντες οτι ζη και εθεάθη υπ' αυτης ηπίστησαν. 12 Μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερώθη εν ετέρα μορφη πορευομένοις εις αγρόν. 13 κακεινοι απελθόντες απήγγειλαν τοις λοιποις. ουδε εκείνοις επίστευσαν. 14 Υστερον δε ανακειμένοις αυτοις τοις ενδεκα εφανερώθη, και ωνείδισεν την απιστίαν αυτων και σκληροκαρδίαν οτι τοις θεασαμένοις αυτον εγηγερμένον ουκ επίστευσαν. 15 και ειπεν αυτοις, Πορευθέντες εις τον κόσμον απαντα κηρύξατε το ευαγγέλιον πάση τη κτίσει. 16 ο πιστεύσας και βαπτισθεις σωθήσεται, ο δε απιστήσας κατακριθήσεται. 17 σημεια δε τοις πιστεύσασιν ταυτα παρακολουθήσει. εν τω ονόματί μου δαιμόνια εκβαλουσιν, γλώσσαις λαλήσουσιν καιναις, 18 και εν ταις χερσιν οφεις αρουσιν, καν θανάσιμόν τι πίωσιν ου μη αυτους βλάψη, επι αρρώστους χειρας επιθήσουσιν και καλως εξουσιν. 19 Ο μεν ουν κύριος Ιησους μετα το λαλησαι αυτοις ανελήμφθη εις τον ουρανον και εκάθισεν εκ δεξιων του θεου. 20 εκεινοι δε εξελθόντες εκήρυξαν πανταχου, του κυρίου συνεργουντος και τον λόγον βεβαιουντος δια των επακολουθούντων σημείων. έ 21 άΠάντα δε τα παρηγγελμένα τοις περι τον Πέτρον συντόμως εξήγγειλαν. Μετα δε ταυτα και αυτος ο Ιησους απο ανατολης και αχρι δύσεως εξαπέστειλεν δι' αυτων το ιερον και αφθαρτον κήρυγμα της αιωνίου σωτηρίας. αμήν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου