Σάββατο, 22 Δεκεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
16:1 Ελεγεν δε και προς τους μαθητάς, Ανθρωπός τις ην πλούσιος ος ειχεν οικονόμον, και ουτος διεβλήθη αυτω ως διασκορπίζων τα υπάρχοντα αυτου. 2 και φωνήσας αυτον ειπεν αυτω, Τί τουτο ακούω περι σου; απόδος τον λόγον της οικονομίας σου, ου γαρ δύνη ετι οικονομειν. 3 ειπεν δε εν εαυτω ο οικονόμος, Τί ποιήσω, οτι ο κύριός μου αφαιρειται την οικονομίαν απ' εμου; σκάπτειν ουκ ισχύω, επαιτειν αισχύνομαι. 4 εγνων τί ποιήσω, ινα οταν μετασταθω εκ της οικονομίας δέξωνταί με εις τους οικους αυτων. 5 και προσκαλεσάμενος ενα εκαστον των χρεοφειλετων του κυρίου εαυτου ελεγεν τω πρώτω, Πόσον οφείλεις τω κυρίω μου; 6 ο δε ειπεν, Εκατον βάτους ελαίου. ο δε ειπεν αυτω, Δέξαι σου τα γράμματα και καθίσας ταχέως γράψον πεντήκοντα. 7 επειτα ετέρω ειπεν, Συ δε πόσον οφείλεις; ο δε ειπεν, Εκατον κόρους σίτου. λέγει αυτω, Δέξαι σου τα γράμματα και γράψον ογδοήκοντα. 8 και επήνεσεν ο κύριος τον οικονόμον της αδικίας οτι φρονίμως εποίησεν. οτι οι υιοι του αιωνος τούτου φρονιμώτεροι υπερ τους υιους του φωτος εις την γενεαν την εαυτων εισιν. 9 Και εγω υμιν λέγω, εαυτοις ποιήσατε φίλους εκ του μαμωνα της αδικίας, ινα οταν εκλίπη δέξωνται υμας εις τας αιωνίους σκηνάς. 10 ο πιστος εν ελαχίστω και εν πολλω πιστός εστιν, και ο εν ελαχίστω αδικος και εν πολλω αδικός εστιν. 11 ει ουν εν τω αδίκω μαμωνα πιστοι ουκ εγένεσθε, το αληθινον τίς υμιν πιστεύσει; 12 και ει εν τω αλλοτρίω πιστοι ουκ εγένεσθε, το υμέτερον τίς υμιν δώσει; 13 Ουδεις οικέτης δύναται δυσι κυρίοις δουλεύειν. η γαρ τον ενα μισήσει και τον ετερον αγαπήσει, η ενος ανθέξεται και του ετέρου καταφρονήσει. ου δύνασθε θεω δουλεύειν και μαμωνα. 14 Ηκουον δε ταυτα πάντα οι Φαρισαιοι φιλάργυροι υπάρχοντες, και εξεμυκτήριζον αυτόν. 15 και ειπεν αυτοις, Υμεις εστε οι δικαιουντες εαυτους ενώπιον των ανθρώπων, ο δε θεος γινώσκει τας καρδίας υμων. οτι το εν ανθρώποις υψηλον βδέλυγμα ενώπιον του θεου. 16 Ο νόμος και οι προφηται μέχρι Ιωάννου. απο τότε η βασιλεία του θεου ευαγγελίζεται και πας εις αυτην βιάζεται. 17 Ευκοπώτερον δέ εστιν τον ουρανον και την γην παρελθειν η του νόμου μίαν κεραίαν πεσειν. 18 Πας ο απολύων την γυναικα αυτου και γαμων ετέραν μοιχεύει, και ο απολελυμένην απο ανδρος γαμων μοιχεύει. 19 Ανθρωπος δέ τις ην πλούσιος, και ενεδιδύσκετο πορφύραν και βύσσον ευφραινόμενος καθ' ημέραν λαμπρως. 20 πτωχος δέ τις ονόματι Λάζαρος εβέβλητο προς τον πυλωνα αυτου ειλκωμένος 21 και επιθυμων χορτασθηναι απο των πιπτόντων απο της τραπέζης του πλουσίου. αλλα και οι κύνες ερχόμενοι επέλειχον τα ελκη αυτου. 22 εγένετο δε αποθανειν τον πτωχον και απενεχθηναι αυτον υπο των αγγέλων εις τον κόλπον Αβραάμ. απέθανεν δε και ο πλούσιος και ετάφη. 23 και εν τω αδη επάρας τους οφθαλμους αυτου, υπάρχων εν βασάνοις, ορα Αβρααμ απο μακρόθεν και Λάζαρον εν τοις κόλποις αυτου. 24 και αυτος φωνήσας ειπεν, Πάτερ Αβραάμ, ελέησόν με και πέμψον Λάζαρον ινα βάψη το ακρον του δακτύλου αυτου υδατος και καταψύξη την γλωσσάν μου, οτι οδυνωμαι εν τη φλογι ταύτη. 25 ειπεν δε Αβραάμ, Τέκνον, μνήσθητι οτι απέλαβες τα αγαθά σου εν τη ζωη σου, και Λάζαρος ομοίως τα κακά. νυν δε ωδε παρακαλειται συ δε οδυνασαι. 26 και εν πασι τούτοις μεταξυ ημων και υμων χάσμα μέγα εστήρικται, οπως οι θέλοντες διαβηναι ενθεν προς υμας μη δύνωνται, μηδε εκειθεν προς ημας διαπερωσιν. 27 ειπεν δέ, Ερωτω σε ουν, πάτερ, ινα πέμψης αυτον εις τον οικον του πατρός μου, 28 εχω γαρ πέντε αδελφούς, οπως διαμαρτύρηται αυτοις, ινα μη και αυτοι ελθωσιν εις τον τόπον τουτον της βασάνου. 29 λέγει δε Αβραάμ, Εχουσι Μωϋσέα και τους προφήτας. ακουσάτωσαν αυτων. 30 ο δε ειπεν, Ουχί, πάτερ Αβραάμ, αλλ' εάν τις απο νεκρων πορευθη προς αυτους μετανοήσουσιν. 31 ειπεν δε αυτω, Ει Μωϋσέως και των προφητων ουκ ακούουσιν, ουδ' εάν τις εκ νεκρων αναστη πεισθήσονται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου