Σάββατο, 29 Δεκεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
 20:1 Και εγένετο εν μια των ημερων διδάσκοντος αυτου τον λαον εν τω ιερω και ευαγγελιζομένου επέστησαν οι αρχιερεις και οι γραμματεις συν τοις πρεσβυτέροις, 2 και ειπαν λέγοντες προς αυτόν, Ειπον ημιν εν ποία εξουσία ταυτα ποιεις, η τίς εστιν ο δούς σοι την εξουσίαν ταύτην. 3 αποκριθεις δε ειπεν προς αυτούς, Ερωτήσω υμας καγω λόγον, και ειπατέ μοι. 4 Το βάπτισμα Ιωάννου εξ ουρανου ην η εξ ανθρώπων; 5 οι δε συνελογίσαντο προς εαυτους λέγοντες οτι Εαν ειπωμεν, Εξ ουρανου, ερει, Δια τί ουκ επιστεύσατε αυτω; 6 εαν δε ειπωμεν, Εξ ανθρώπων, ο λαος απας καταλιθάσει ημας, πεπεισμένος γάρ εστιν Ιωάννην προφήτην ειναι. 7 και απεκρίθησαν μη ειδέναι πόθεν. 8 και ο Ιησους ειπεν αυτοις, Ουδε εγω λέγω υμιν εν ποία εξουσία ταυτα ποιω. 9 Ηρξατο δε προς τον λαον λέγειν την παραβολην ταύτην. Ανθρωπός τις εφύτευσεν αμπελωνα, και εξέδετο αυτον γεωργοις, και απεδήμησεν χρόνους ικανούς. 10 και καιρω απέστειλεν προς τους γεωργους δουλον, ινα απο του καρπου του αμπελωνος δώσουσιν αυτω. οι δε γεωργοι εξαπέστειλαν αυτον δείραντες κενόν. 11 και προσέθετο ετερον πέμψαι δουλον. οι δε κακεινον δείραντες και ατιμάσαντες εξαπέστειλαν κενόν. 12 και προσέθετο τρίτον πέμψαι. οι δε και τουτον τραυματίσαντες εξέβαλον. 13 ειπεν δε ο κύριος του αμπελωνος, Τί ποιήσω; πέμψω τον υιόν μου τον αγαπητόν. ισως τουτον εντραπήσονται. 14 ιδόντες δε αυτον οι γεωργοι διελογίζοντο προς αλλήλους λέγοντες, Ουτός εστιν ο κληρονόμος. αποκτείνωμεν αυτόν, ινα ημων γένηται η κληρονομία. 15 και εκβαλόντες αυτον εξω του αμπελωνος απέκτειναν. τί ουν ποιήσει αυτοις ο κύριος του αμπελωνος; 16 ελεύσεται και απολέσει τους γεωργους τούτους, και δώσει τον αμπελωνα αλλοις. ακούσαντες δε ειπαν, Μη γένοιτο. 17 ο δε εμβλέψας αυτοις ειπεν, Τί ουν εστιν το γεγραμμένον τουτο. Λίθον ον απεδοκίμασαν οι οικοδομουντες, ουτος εγενήθη εις κεφαλην γωνίας; 18 πας ο πεσων επ' εκεινον τον λίθον συνθλασθήσεται. εφ' ον δ αν πέση, λικμήσει αυτόν. 19 Και εζήτησαν οι γραμματεις και οι αρχιερεις επιβαλειν επ' αυτον τας χειρας εν αυτη τη ωρα, και εφοβήθησαν τον λαόν. εγνωσαν γαρ οτι προς αυτους ειπεν την παραβολην ταύτην. 20 Και παρατηρήσαντες απέστειλαν εγκαθέτους υποκρινομένους εαυτους δικαίους ειναι, ινα επιλάβωνται αυτου λόγου, ωστε παραδουναι αυτον τη αρχη και τη εξουσία του ηγεμόνος. 21 και επηρώτησαν αυτον λέγοντες, Διδάσκαλε, οιδαμεν οτι ορθως λέγεις και διδάσκεις και ου λαμβάνεις πρόσωπον, αλλ' επ' αληθείας την οδον του θεου διδάσκεις. 22 εξεστιν ημας Καίσαρι φόρον δουναι η ου; 23 κατανοήσας δε αυτων την πανουργίαν ειπεν προς αυτούς, 24 Δείξατέ μοι δηνάριον. τίνος εχει εικόνα και επιγραφήν; οι δε ειπαν, Καίσαρος. 25 ο δε ειπεν προς αυτούς, Τοίνυν απόδοτε τα Καίσαρος Καίσαρι και τα του θεου τω θεω. 26 και ουκ ισχυσαν επιλαβέσθαι αυτου ρήματος εναντίον του λαου, και θαυμάσαντες επι τη αποκρίσει αυτου εσίγησαν. 27 Προσελθόντες δέ τινες των Σαδδουκαίων, οι αντιλέγοντες ανάστασιν μη ειναι, επηρώτησαν αυτον 28 λέγοντες, Διδάσκαλε, Μωϋσης εγραψεν ημιν, εάν τινος αδελφος αποθάνη εχων γυναικα, και ουτος ατεκνος η, ινα λάβη ο αδελφος αυτου την γυναικα και εξαναστήση σπέρμα τω αδελφω αυτου. 29 επτα ουν αδελφοι ησαν. και ο πρωτος λαβων γυναικα απέθανεν ατεκνος. 30 και ο δεύτερος 31 και ο τρίτος ελαβεν αυτήν, ωσαύτως δε και οι επτα ου κατέλιπον τέκνα και απέθανον. 32 υστερον και η γυνη απέθανεν. 33 η γυνη ουν εν τη αναστάσει τίνος αυτων γίνεται γυνή; οι γαρ επτα εσχον αυτην γυναικα. 34 και ειπεν αυτοις ο Ιησους, Οι υιοι του αιωνος τούτου γαμουσιν και γαμίσκονται, 35 οι δε καταξιωθέντες του αιωνος εκείνου τυχειν και της αναστάσεως της εκ νεκρων ουτε γαμουσιν ουτε γαμίζονται. 36 ουδε γαρ αποθανειν ετι δύνανται, ισάγγελοι γάρ εισιν, και υιοί εισιν θεου, της αναστάσεως υιοι οντες. 37 οτι δε εγείρονται οι νεκροι και Μωϋσης εμήνυσεν επι της βάτου, ως λέγει κύριον τον θεον Αβρααμ και θεον Ισαακ και θεον Ιακώβ. 38 θεος δε ουκ εστιν νεκρων αλλα ζώντων, πάντες γαρ αυτω ζωσιν. 39 αποκριθέντες δέ τινες των γραμματέων ειπαν, Διδάσκαλε, καλως ειπας. 40 ουκέτι γαρ ετόλμων επερωταν αυτον ουδέν. 41 Ειπεν δε προς αυτούς, Πως λέγουσιν τον Χριστον ειναι Δαυιδ υιόν; 42 αυτος γαρ Δαυιδ λέγει εν βίβλω ψαλμων, Ειπεν κύριος τω κυρίω μου, Κάθου εκ δεξιων μου 43 εως αν θω τους εχθρούς σου υποπόδιον των ποδων σου. 44 Δαυιδ ουν κύριον αυτον καλει, και πως αυτου υιός εστιν; 45 Ακούοντος δε παντος του λαου ειπεν τοις μαθηταις αυτου, 46 Προσέχετε απο των γραμματέων των θελόντων περιπατειν εν στολαις και φιλούντων ασπασμους εν ταις αγοραις και πρωτοκαθεδρίας εν ταις συναγωγαις και πρωτοκλισίας εν τοις δείπνοις, 47 οι κατεσθίουσιν τας οικίας των χηρων και προφάσει μακρα προσεύχονται. ουτοι λήμψονται περισσότερον κρίμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου