Παρασκευή, 22 Μαρτίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ




             Αρχαίο Κείμενο 
5:1 Μετα ταυτα ην εορτη των Ιουδαίων, και ανέβη Ιησους εις Ιεροσόλυμα. 2 εστιν δε εν τοις Ιεροσολύμοις επι τη προβατικη κολυμβήθρα η επιλεγομένη Εβραϊστι Βηθζαθά, πέντε στοας εχουσα. 3 εν ταύταις κατέκειτο πληθος των ασθενούντων, τυφλων, χωλων, ξηρων. 4 5 ην δέ τις ανθρωπος εκει τριάκοντα και οκτω ετη εχων εν τη ασθενεία αυτου. 6 τουτον ιδων ο Ιησους κατακείμενον, και γνους οτι πολυν ηδη χρόνον εχει, λέγει αυτω, Θέλεις υγιης γενέσθαι; 7 απεκρίθη αυτω ο ασθενων, Κύριε, ανθρωπον ουκ εχω ινα οταν ταραχθη το υδωρ βάλη με εις την κολυμβήθραν. εν ω δε ερχομαι εγω αλλος προ εμου καταβαίνει. 8 λέγει αυτω ο Ιησους, Εγειρε αρον τον κράβαττόν σου και περιπάτει. 9 και ευθέως εγένετο υγιης ο ανθρωπος, και ηρεν τον κράβαττον αυτου και περιεπάτει. Ην δε σάββατον εν εκείνη τη ημέρα. 10 ελεγον ουν οι Ιουδαιοι τω τεθεραπευμένω, Σάββατόν εστιν, και ουκ εξεστίν σοι αραι τον κράβαττόν σου. 11 ο δε απεκρίθη αυτοις, Ο ποιήσας με υγιη εκεινός μοι ειπεν, Αρον τον κράβαττόν σου και περιπάτει. 12 ηρώτησαν αυτόν, Τίς εστιν ο ανθρωπος ο ειπών σοι, Αρον και περιπάτει; 13 ο δε ιαθεις ουκ ηδει τίς εστιν, ο γαρ Ιησους εξένευσεν οχλου οντος εν τω τόπω. 14 μετα ταυτα ευρίσκει αυτον ο Ιησους εν τω ιερω και ειπεν αυτω, Ιδε υγιης γέγονας. μηκέτι αμάρτανε, ινα μη χειρόν σοί τι γένηται. 15 απηλθεν ο ανθρωπος και ανήγγειλεν τοις Ιουδαίοις οτι Ιησους εστιν ο ποιήσας αυτον υγιη. 16 και δια τουτο εδίωκον οι Ιουδαιοι τον Ιησουν, οτι ταυτα εποίει εν σαββάτω. 17 ο δε Ιησους απεκρίνατο αυτοις, Ο πατήρ μου εως αρτι εργάζεται, καγω εργάζομαι. 18 δια τουτο ουν μαλλον εζήτουν αυτον οι Ιουδαιοι αποκτειναι, οτι ου μόνον ελυεν το σάββατον αλλα και πατέρα ιδιον ελεγεν τον θεόν, ισον εαυτον ποιων τω θεω. 19 Απεκρίνατο ουν ο Ιησους και ελεγεν αυτοις, Αμην αμην λέγω υμιν, ου δύναται ο υιος ποιειν αφ' εαυτου ουδεν εαν μή τι βλέπη τον πατέρα ποιουντα. α γαρ αν εκεινος ποιη, ταυτα και ο υιος ομοίως ποιει. 20 ο γαρ πατηρ φιλει τον υιον και πάντα δείκνυσιν αυτω α αυτος ποιει, και μείζονα τούτων δείξει αυτω εργα, ινα υμεις θαυμάζητε. 21 ωσπερ γαρ ο πατηρ εγείρει τους νεκρους και ζωοποιει, ουτως και ο υιος ους θέλει ζωοποιει. 22 ουδε γαρ ο πατηρ κρίνει ουδένα, αλλα την κρίσιν πασαν δέδωκεν τω υιω, 23 ινα πάντες τιμωσι τον υιον καθως τιμωσι τον πατέρα. ο μη τιμων τον υιον ου τιμα τον πατέρα τον πέμψαντα αυτόν. 24 Αμην αμην λέγω υμιν οτι ο τον λόγον μου ακούων και πιστεύων τω πέμψαντί με εχει ζωην αιώνιον, και εις κρίσιν ουκ ερχεται αλλα μεταβέβηκεν εκ του θανάτου εις την ζωήν. 25 αμην αμην λέγω υμιν οτι ερχεται ωρα και νυν εστιν οτε οι νεκροι ακούσουσιν της φωνης του υιου του θεου και οι ακούσαντες ζήσουσιν. 26 ωσπερ γαρ ο πατηρ εχει ζωην εν εαυτω, ουτως και τω υιω εδωκεν ζωην εχειν εν εαυτω. 27 και εξουσίαν εδωκεν αυτω κρίσιν ποιειν, οτι υιος ανθρώπου εστίν. 28 μη θαυμάζετε τουτο, οτι ερχεται ωρα εν η πάντες οι εν τοις μνημείοις ακούσουσιν της φωνης αυτου 29 και εκπορεύσονται, οι τα αγαθα ποιήσαντες εις ανάστασιν ζωης, οι δε τα φαυλα πράξαντες εις ανάστασιν κρίσεως. 30 Ου δύναμαι εγω ποιειν απ' εμαυτου ουδέν. καθως ακούω κρίνω, και η κρίσις η εμη δικαία εστίν, οτι ου ζητω το θέλημα το εμον αλλα το θέλημα του πέμψαντός με., 31 εαν εγω μαρτυρω περι εμαυτου, η μαρτυρία μου ουκ εστιν αληθής. 32 αλλος εστιν ο μαρτυρων περι εμου, και οιδα οτι αληθής εστιν η μαρτυρία ην μαρτυρει περι εμου. 33 υμεις απεστάλκατε προς Ιωάννην, και μεμαρτύρηκεν τη αληθεία. 34 εγω δε ου παρα ανθρώπου την μαρτυρίαν λαμβάνω, αλλα ταυτα λέγω ινα υμεις σωθητε. 35 εκεινος ην ο λύχνος ο καιόμενος και φαίνων, υμεις δε ηθελήσατε αγαλλιαθηναι προς ωραν εν τω φωτι αυτου. 36 εγω δε εχω την μαρτυρίαν μείζω του Ιωάννου. τα γαρ εργα α δέδωκέν μοι ο πατηρ ινα τελειώσω αυτά, αυτα τα εργα α ποιω, μαρτυρει περι εμου οτι ο πατήρ με απέσταλκεν. 37 και ο πέμψας με πατηρ εκεινος μεμαρτύρηκεν περι εμου. ουτε φωνην αυτου πώποτε ακηκόατε ουτε ειδος αυτου εωράκατε, 38 και τον λόγον αυτου ουκ εχετε εν υμιν μένοντα, οτι ον απέστειλεν εκεινος τούτω υμεις ου πιστεύετε. 39 εραυνατε τας γραφάς, οτι υμεις δοκειτε εν αυταις ζωην αιώνιον εχειν. και εκειναί εισιν αι μαρτυρουσαι περι εμου. 40 και ου θέλετε ελθειν πρός με ινα ζωην εχητε. 41 Δόξαν παρα ανθρώπων ου λαμβάνω, 42 αλλα εγνωκα υμας οτι την αγάπην του θεου ουκ εχετε εν εαυτοις. 43 εγω ελήλυθα εν τω ονόματι του πατρός μου και ου λαμβάνετέ με. εαν αλλος ελθη εν τω ονόματι τω ιδίω, εκεινον λήμψεσθε. 44 πως δύνασθε υμεις πιστευσαι, δόξαν παρα αλλήλων λαμβάνοντες και την δόξαν την παρα του μόνου θεου ου ζητειτε; 45 μη δοκειτε οτι εγω κατηγορήσω υμων προς τον πατέρα. εστιν ο κατηγορων υμων Μωϋσης, εις ον υμεις ηλπίκατε. 46 ει γαρ επιστεύετε Μωϋσει, επιστεύετε αν εμοί, περι γαρ εμου εκεινος εγραψεν. 47 ει δε τοις εκείνου γράμμασιν ου πιστεύετε, πως τοις εμοις ρήμασιν πιστεύσετε; 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου