Τετάρτη, 20 Μαρτίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ


                       Αρχαίο Κείμενο 
4:1 Ως ουν εγνω ο Ιησους οτι ηκουσαν οι φαρισαιοι οτι Ιησους πλείονας μαθητας ποιει και βαπτίζει η Ιωάννης 2 , καίτοιγε Ιησους αυτος ουκ εβάπτιζεν αλλ οι μαθηται αυτου,υ 3 αφηκεν την Ιουδαίαν και απηλθεν πάλιν εις την Γαλιλαίαν. 4 εδει δε αυτον διέρχεσθαι δια της Σαμαρείας. 5 ερχεται ουν εις πόλιν της Σαμαρείας λεγομένην Συχαρ πλησίον του χωρίου ο εδωκεν Ιακωβ τω Ιωσηφ τω υιω αυτου. 6 ην δε εκει πηγη του Ιακώβ. ο ουν Ιησους κεκοπιακως εκ της οδοιπορίας εκαθέζετο ουτως επι τη πηγη. ωρα ην ως εκτη. 7 Ερχεται γυνη εκ της Σαμαρείας αντλησαι υδωρ. λέγει αυτη ο Ιησους, Δός μοι πειν. 8 οι γαρ μαθηται αυτου απεληλύθεισαν εις την πόλιν, ινα τροφας αγοράσωσιν. 9 λέγει ουν αυτω η γυνη η Σαμαριτις, Πως συ Ιουδαιος ων παρ' εμου πειν αιτεις γυναικος Σαμαρίτιδος ουσης; (ου γαρ συγχρωνται Ιουδαιοι Σαμαρίταις.) 10 απεκρίθη Ιησους και ειπεν αυτη, Ει ηδεις την δωρεαν του θεου και τίς εστιν ο λέγων σοι, Δός μοι πειν, συ αν ητησας αυτον και εδωκεν αν σοι υδωρ ζων. 11 λέγει αυτω η γυνή, Κύριε, ουτε αντλημα εχεις και το φρέαρ εστιν βαθύ. πόθεν ουν εχεις το υδωρ το ζων; 12 μη συ μείζων ει του πατρος ημων Ιακώβ, ος εδωκεν ημιν το φρέαρ και αυτος εξ αυτου επιεν και οι υιοι αυτου και τα θρέμματα αυτου; 13 απεκρίθη Ιησους και ειπεν αυτη, Πας ο πίνων εκ του υδατος τούτου διψήσει πάλιν. 14 ος δ αν πίη εκ του υδατος ου εγω δώσω αυτω, ου μη διψήσει εις τον αιωνα, αλλα το υδωρ ο δώσω αυτω γενήσεται εν αυτω πηγη υδατος αλλομένου εις ζωην αιώνιον. 15 λέγει προς αυτον η γυνή, Κύριε, δός μοι τουτο το υδωρ, ινα μη διψω μηδε διέρχωμαι ενθάδε αντλειν. 16 Λέγει αυτη, Υπαγε φώνησον τον ανδρα σου και ελθε ενθάδε. 17 απεκρίθη η γυνη και ειπεν αυτω, Ουκ εχω ανδρα. λέγει αυτη ο Ιησους, Καλως ειπας οτι Ανδρα ουκ εχω. 18 πέντε γαρ ανδρας εσχες, και νυν ον εχεις ουκ εστιν σου ανήρ. τουτο αληθες ειρηκας. 19 λέγει αυτω η γυνή, Κύριε, θεωρω οτι προφήτης ει σύ. 20 οι πατέρες ημων εν τω ορει τούτω προσεκύνησαν. και υμεις λέγετε οτι εν Ιεροσολύμοις εστιν ο τόπος οπου προσκυνειν δει. 21 λέγει αυτη ο Ιησους, Πίστευέ μοι, γύναι, οτι ερχεται ωρα οτε ουτε εν τω ορει τούτω ουτε εν Ιεροσολύμοις προσκυνήσετε τω πατρί. 22 υμεις προσκυνειτε ο ουκ οιδατε. ημεις προσκυνουμεν ο οιδαμεν, οτι η σωτηρία εκ των Ιουδαίων εστίν. 23 αλλα ερχεται ωρα, και νυν εστιν, οτε οι αληθινοι προσκυνηται προσκυνήσουσιν τω πατρι εν πνεύματι και αληθεία. και γαρ ο πατηρ τοιούτους ζητει τους προσκυνουντας αυτόν. 24 πνευμα ο θεός, και τους προσκυνουντας αυτον εν πνεύματι και αληθεία δει προσκυνειν. 25 λέγει αυτω η γυνή, Οιδα οτι Μεσσίας ερχεται, ο λεγόμενος Χριστός. οταν ελθη εκεινος, αναγγελει ημιν απαντα. 26 λέγει αυτη ο Ιησους, Εγώ ειμι, ο λαλων σοι. 27 Και επι τούτω ηλθαν οι μαθηται αυτου, και εθαύμαζον οτι μετα γυναικος ελάλει. ουδεις μέντοι ειπεν, Τί ζητεις; η, Τί λαλεις μετ' αυτης; 28 αφηκεν ουν την υδρίαν αυτης η γυνη και απηλθεν εις την πόλιν και λέγει τοις ανθρώποις, 29 Δευτε ιδετε ανθρωπον ος ειπέν μοι πάντα οσα εποίησα. μήτι ουτός εστιν ο Χριστός; 30 εξηλθον εκ της πόλεως και ηρχοντο προς αυτόν. 31 Εν τω μεταξυ ηρώτων αυτον οι μαθηται λέγοντες, Ραββί, φάγε. 32 ο δε ειπεν αυτοις, Εγω βρωσιν εχω φαγειν ην υμεις ουκ οιδατε. 33 ελεγον ουν οι μαθηται προς αλλήλους, Μή τις ηνεγκεν αυτω φαγειν; 34 λέγει αυτοις ο Ιησους, Εμον βρωμά εστιν ινα ποιήσω το θέλημα του πέμψαντός με και τελειώσω αυτου το εργον. 35 ουχ υμεις λέγετε οτι Ετι τετράμηνός εστιν και ο θερισμος ερχεται; ιδου λέγω υμιν, επάρατε τους οφθαλμους υμων και θεάσασθε τας χώρας οτι λευκαί εισιν προς θερισμόν. ηδη36 ο θερίζων μισθον λαμβάνει και συνάγει καρπον εις ζωην αιώνιον, ινα ο σπείρων ομου χαίρη και ο θερίζων. 37 εν γαρ τούτω ο λόγος εστιν αληθινος οτι Αλλος εστιν ο σπείρων και αλλος ο θερίζων. 38 εγω απέστειλα υμας θερίζειν ο ουχ υμεις κεκοπιάκατε. αλλοι κεκοπιάκασιν, και υμεις εις τον κόπον αυτων εισεληλύθατε. 39 Εκ δε της πόλεως εκείνης πολλοι επίστευσαν εις αυτον των Σαμαριτων δια τον λόγον της γυναικος μαρτυρούσης οτι Ειπέν μοι πάντα α εποίησα. 40 ως ουν ηλθον προς αυτον οι Σαμαριται, ηρώτων αυτον μειναι παρ' αυτοις. και εμεινεν εκει δύο ημέρας. 41 και πολλω πλείους επίστευσαν δια τον λόγον αυτου, 42 τη τε γυναικι ελεγον οτι Ουκέτι δια την σην λαλιαν πιστεύομεν. αυτοι γαρ ακηκόαμεν, και οιδαμεν οτι ουτός εστιν αληθως ο σωτηρ του κόσμου. 43 Μετα δε τας δύο ημέρας εξηλθεν εκειθεν εις την Γαλιλαίαν. 44 αυτος γαρ Ιησους εμαρτύρησεν οτι προφήτης εν τη ιδία πατρίδι τιμην ουκ εχει. 45 οτε ουν ηλθεν εις την Γαλιλαίαν, εδέξαντο αυτον οι Γαλιλαιοι, πάντα εωρακότες οσα εποίησεν εν Ιεροσολύμοις εν τη εορτη, και αυτοι γαρ ηλθον εις την εορτήν. 46 Ηλθεν ουν πάλιν εις την Κανα της Γαλιλαίας, οπου εποίησεν το υδωρ οινον. και ην τις βασιλικος ου ο υιος ησθένει εν Καφαρναούμ. 47 ουτος ακούσας οτι Ιησους ηκει εκ της Ιουδαίας εις την Γαλιλαίαν απηλθεν προς αυτον και ηρώτα ινα καταβη και ιάσηται αυτου τον υιόν, ημελλεν γαρ αποθνήσκειν. 48 ειπεν ουν ο Ιησους προς αυτόν, Εαν μη σημεια και τέρατα ιδητε, ου μη πιστεύσητε. 49 λέγει προς αυτον ο βασιλικός, Κύριε, κατάβηθι πριν αποθανειν το παιδίον μου. 50 λέγει αυτω ο Ιησους, Πορεύου. ο υιός σου ζη. επίστευσεν ο ανθρωπος τω λόγω ον ειπεν αυτω ο Ιησους και επορεύετο. 51 ηδη δε αυτου καταβαίνοντος οι δουλοι αυτου υπήντησαν αυτω λέγοντες οτι ο παις αυτου ζη. 52 επύθετο ουν την ωραν παρ' αυτων εν η κομψότερον εσχεν. ειπαν ουν αυτω οτι Εχθες ωραν εβδόμην αφηκεν αυτον ο πυρετός. 53 εγνω ουν ο πατηρ οτι εν εκείνη τη ωρα εν η ειπεν αυτω ο Ιησους, Ο υιός σου ζη, και επίστευσεν αυτος και η οικία αυτου ολη. 54 Τουτο δε πάλιν δεύτερον σημειον εποίησεν ο Ιησους ελθων εκ της Ιουδαίας εις την Γαλιλαίαν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου