Τρίτη, 25 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
19:1 Και εγένετο οτε ετέλεσεν ο Ιησους τους λόγους τούτους, μετηρεν απο της Γαλιλαίας και ηλθεν εις τα ορια της Ιουδαίας πέραν του Ιορδάνου. 2 και ηκολούθησαν αυτω οχλοι πολλοί, και εθεράπευσεν αυτους εκει. 3 Και προσηλθον αυτω Φαρισαιοι πειράζοντες αυτον και λέγοντες, Ει εξεστιν ανθρώπω απολυσαι την γυναικα αυτου κατα πασαν αιτίαν; 4 ο δε αποκριθεις ειπεν, Ουκ ανέγνωτε οτι ο κτίσας απ' αρχης αρσεν και θηλυ εποίησεν αυτούς; 5 και ειπεν, Ενεκα τούτου καταλείψει ανθρωπος τον πατέρα και την μητέρα και κολληθήσεται τη γυναικι αυτου, και εσονται οι δύο εις σάρκα μίαν. 6 ωστε ουκέτι εισιν δύο αλλα σαρξ μία. ο ουν ο θεος συνέζευξεν ανθρωπος μη χωριζέτω. 7 λέγουσιν αυτω, Τί ουν Μωϋσης ενετείλατο δουναι βιβλίον αποστασίου και απολυσαι αυτήν; 8 λέγει αυτοις οτι Μωϋσης προς την σκληροκαρδίαν υμων επέτρεψεν υμιν απολυσαι τας γυναικας υμων, απ' αρχης δε ου γέγονεν ουτως. 9 λέγω δε υμιν οτι ος αν απολύση την γυναικα αυτου μη επι πορνεία και γαμήση αλλην μοιχαται. 10 λέγουσιν αυτω οι μαθηται αυτου, Ει ουτως εστιν η αιτία του ανθρώπου μετα της γυναικός, ου συμφέρει γαμησαι. 11 ο δε ειπεν αυτοις, Ου πάντες χωρουσιν τον λόγον τουτον, αλλ οις δέδοται. 12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλίας μητρος εγεννήθησαν ουτως, και εισιν ευνουχοι οιτινες ευνουχίσθησαν υπο των ανθρώπων, και εισιν ευνουχοι οιτινες ευνούχισαν εαυτους δια την βασιλείαν των ουρανων. ο δυνάμενος χωρειν χωρείτω. 13 Τότε προσηνέχθησαν αυτω παιδία, ινα τας χειρας επιθη αυτοις και προσεύξηται. οι δε μαθηται επετίμησαν αυτοις. 14 ο δε Ιησους ειπεν, Αφετε τα παιδία και μη κωλύετε αυτα ελθειν πρός με, των γαρ τοιούτων εστιν η βασιλεία των ουρανων. 15 και επιθεις τας χειρας αυτοις επορεύθη εκειθεν. 16 Και ιδου εις προσελθων αυτω ειπεν, Διδάσκαλε, τί αγαθον ποιήσω ινα σχω ζωην αιώνιον; 17 ο δε ειπεν αυτω, Τί με ερωτας περι του αγαθου; εις εστιν ο αγαθός. ει δε θέλεις εις την ζωην εισελθειν, τήρησον τας εντολάς. 18 λέγει αυτω, Ποίας; ο δε Ιησους ειπεν, Το Ου φονεύσεις, Ου μοιχεύσεις, Ου κλέψεις, Ου ψευδομαρτυρήσεις, 19 Τίμα τον πατέρα και την μητέρα, καί, Αγαπήσεις τον πλησίον σου ως σεαυτόν. 20 λέγει αυτω ο νεανίσκος, Πάντα ταυτα εφύλαξα. τί ετι υστερω; 21 εφη αυτω ο Ιησους, Ει θέλεις τέλειος ειναι, υπαγε πώλησόν σου τα υπάρχοντα και δος τοις πτωχοις, και εξεις θησαυρον εν ουρανοις, και δευρο ακολούθει μοι. 22 ακούσας δε ο νεανίσκος τον λόγον απηλθεν λυπούμενος, ην γαρ εχων κτήματα πολλά. 23 Ο δε Ιησους ειπεν τοις μαθηταις αυτου, Αμην λέγω υμιν οτι πλούσιος δυσκόλως εισελεύσεται εις την βασιλείαν των ουρανων. 24 πάλιν δε λέγω υμιν, ευκοπώτερόν εστιν κάμηλον δια τρυπήματος ραφίδος διελθειν η πλούσιον εισελθειν εις την βασιλείαν του θεου. 25 ακούσαντες δε οι μαθηται εξεπλήσσοντο σφόδρα λέγοντες, Τίς αρα δύναται σωθηναι; 26 εμβλέψας δε ο Ιησους ειπεν αυτοις, Παρα ανθρώποις τουτο αδύνατόν εστιν, παρα δε θεω πάντα δυνατά. 27 Τότε αποκριθεις ο Πέτρος ειπεν αυτω, Ιδου ημεις αφήκαμεν πάντα και ηκολουθήσαμέν σοι. τί αρα εσται ημιν; 28 ο δε Ιησους ειπεν αυτοις, Αμην λέγω υμιν οτι υμεις οι ακολουθήσαντές μοι, εν τη παλιγγενεσία, οταν καθίση ο υιος του ανθρώπου επι θρόνου δόξης αυτου, καθήσεσθε και υμεις επι δώδεκα θρόνους κρίνοντες τας δώδεκα φυλας του Ισραήλ. 29 και πας οστις αφηκεν οικίας η αδελφους η αδελφας η πατέρα η μητέρα η τέκνα η αγρους ενεκεν του ονόματός μου εκατονταπλασίονα λήμψεται και ζωην αιώνιον κληρονομήσει. 30 Πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου