Παρασκευή, 7 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
4:1 Τότε ο Ιησους ανήχθη εις την ερημον υπο του πνεύματος, πειρασθηναι υπο του διαβόλου. 2 και νηστεύσας ημέρας τεσσεράκοντα και νύκτας τεσσεράκοντα υστερον επείνασεν. 3 Και προσελθων ο πειράζων ειπεν αυτω, Ει υιος ει του θεου, ειπε ινα οι λίθοι ουτοι αρτοι γένωνται. 4 ο δε αποκριθεις ειπεν, Γέγραπται, Ουκ επ αρτω μόνω ζήσεται ο ανθρωπος, αλλ επι παντι ρήματι εκπορευομένω δια στόματος θεου. 5 Τότε παραλαμβάνει αυτον ο διάβολος εις την αγίαν πόλιν, και εστησεν αυτον επι το πτερύγιον του ιερου, 6 και λέγει αυτω, Ει υιος ει του θεου, βάλε σεαυτον κάτω. γέγραπται γαρ οτι Τοις αγγέλοις αυτου εντελειται περι σου και επι χειρων αρουσίν σε, μήποτε προσκόψης προς λίθον τον πόδα σου. 7 εφη αυτω ο Ιησους, Πάλιν γέγραπται, Ουκ εκπειράσεις κύριον τον θεόν σου. 8 Πάλιν παραλαμβάνει αυτον ο διάβολος εις ορος υψηλον λίαν, και δείκνυσιν αυτω πάσας τας βασιλείας του κόσμου και την δόξαν αυτων, 9 και ειπεν αυτω, Ταυτά σοι πάντα δώσω εαν πεσων προσκυνήσης μοι. 10 τότε λέγει αυτω ο Ιησους, Υπαγε, Σατανα. γέγραπται γάρ, Κύριον τον θεόν σου προσκυνήσεις και αυτω μόνω λατρεύσεις. 11 Τότε αφίησιν αυτον ο διάβολος, και ιδου αγγελοι προσηλθον και διηκόνουν αυτω. 12 Ακούσας δε οτι Ιωάννης παρεδόθη ανεχώρησεν εις την Γαλιλαίαν. 13 και καταλιπων την Ναζαρα ελθων κατώκησεν εις Καφαρναουμ την παραθαλασσίαν εν ορίοις Ζαβουλων και Νεφθαλίμ. 14 ινα πληρωθη το ρηθεν δια Ησαϊου του προφήτου λέγοντος, 15 Γη Ζαβουλων και γη Νεφθαλίμ, οδον θαλάσσης, πέραν του Ιορδάνου, Γαλιλαία των εθνων, 16 ο λαος ο καθήμενος εν σκότει φως ειδεν μέγα, και τοις καθημένοις εν χώρα και σκια θανάτου φως ανέτειλεν αυτοις. 17 Απο τότε ηρξατο ο Ιησους κηρύσσειν και λέγειν, Μετανοειτε, ηγγικεν γαρ η βασιλεία των ουρανων. 18 Περιπατων δε παρα την θάλασσαν της Γαλιλαίας ειδεν δύο αδελφούς, Σίμωνα τον λεγόμενον Πέτρον και Ανδρέαν τον αδελφον αυτου, βάλλοντας αμφίβληστρον εις την θάλασσαν. ησαν γαρ αλιεις. 19 και λέγει αυτοις, Δευτε οπίσω μου, και ποιήσω υμας αλιεις ανθρώπων. 20 οι δε ευθέως αφέντες τα δίκτυα ηκολούθησαν αυτω. 21 Και προβας εκειθεν ειδεν αλλους δύο αδελφούς, Ιάκωβον τον του Ζεβεδαίου και Ιωάννην τον αδελφον αυτου, εν τω πλοίω μετα Ζεβεδαίου του πατρος αυτων καταρτίζοντας τα δίκτυα αυτων. και εκάλεσεν αυτούς. 22 οι δε ευθέως αφέντες το πλοιον και τον πατέρα αυτων ηκολούθησαν αυτω. 23 Και περιηγεν εν ολη τη Γαλιλαία, διδάσκων εν ταις συναγωγαις αυτων και κηρύσσων το ευαγγέλιον της βασιλείας και θεραπεύων πασαν νόσον και πασαν μαλακίαν εν τω λαω. 24 και απηλθεν η ακοη αυτου εις ολην την Συρίαν. και προσήνεγκαν αυτω πάντας τους κακως εχοντας ποικίλαις νόσοις και βασάνοις συνεχομένους και δαιμονιζομένους και σεληνιαζομένους και παραλυτικούς, και εθεράπευσεν αυτούς. 25 και ηκολούθησαν αυτω οχλοι πολλοι απο της Γαλιλαίας και Δεκαπόλεως και Ιεροσολύμων και Ιουδαίας και πέραν του Ιορδάνου. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου