Τρίτη, 9 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
 28:1 Οψε δε σαββάτων, τη επιφωσκούση εις μίαν σαββάτων, ηλθεν Μαριαμ η Μαγδαληνη και η αλλη Μαρία θεωρησαι τον τάφον. 2 και ιδου σεισμος εγένετο μέγας. αγγελος γαρ κυρίου καταβας εξ ουρανου και προσελθων απεκύλισεν τον λίθον και εκάθητο επάνω αυτου. 3 ην δε η ειδέα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χιών. 4 απο δε του φόβου αυτου εσείσθησαν οι τηρουντες και εγενήθησαν ως νεκροί. 5 αποκριθεις δε ο αγγελος ειπεν ταις γυναιξίν, Μη φοβεισθε υμεις, οιδα γαρ οτι Ιησουν τον εσταυρωμένον ζητειτε. 6 ουκ εστιν ωδε, ηγέρθη γαρ καθως ειπεν. δευτε ιδετε τον τόπον οπου εκειτο. 7 και ταχυ πορευθεισαι ειπατε τοις μαθηταις αυτου οτι Ηγέρθη απο των νεκρων, και ιδου προάγει υμας εις την Γαλιλαίαν, εκει αυτον οψεσθε. ιδου ειπον υμιν. 8 και απελθουσαι ταχυ απο του μνημείου μετα φόβου και χαρας μεγάλης εδραμον απαγγειλαι τοις μαθηταις αυτου. 9 και ιδου Ιησους υπήντησεν αυταις λέγων, Χαίρετε. αι δε προσελθουσαι εκράτησαν αυτου τους πόδας και προσεκύνησαν αυτω. 10 τότε λέγει αυταις ο Ιησους, Μη φοβεισθε. υπάγετε απαγγείλατε τοις αδελφοις μου ινα απέλθωσιν εις την Γαλιλαίαν, κακει με οψονται. 11 Πορευομένων δε αυτων ιδού τινες της κουστωδίας ελθόντες εις την πόλιν απήγγειλαν τοις αρχιερευσιν απαντα τα γενόμενα. 12 και συναχθέντες μετα των πρεσβυτέρων συμβούλιόν τε λαβόντες αργύρια ικανα εδωκαν τοις στρατιώταις 13 λέγοντες, Ειπατε οτι Οι μαθηται αυτου νυκτος ελθόντες εκλεψαν αυτον ημων κοιμωμένων. 14 και εαν ακουσθη τουτο επι του ηγεμόνος, ημεις πείσομεν αυτον και υμας αμερίμνους ποιήσομεν. 15 οι δε λαβόντες τα αργύρια εποίησαν ως εδιδάχθησαν. Και διεφημίσθη ο λόγος ουτος παρα Ιουδαίοις μέχρι της σήμερον ημέρας. 16 Οι δε ενδεκα μαθηται επορεύθησαν εις την Γαλιλαίαν εις το ορος ου ετάξατο αυτοις ο Ιησους, 17 και ιδόντες αυτον προσεκύνησαν, οι δε εδίστασαν. 18 και προσελθων ο Ιησους ελάλησεν αυτοις λέγων, Εδόθη μοι πασα εξουσία εν ουρανω και επι της γης. 19 πορευθέντες ουν μαθητεύσατε πάντα τα εθνη, βαπτίζοντες αυτους εις το ονομα του πατρος και του υιου και του αγίου πνεύματος, 20 διδάσκοντες αυτους τηρειν πάντα οσα ενετειλάμην υμιν. και ιδου εγω μεθ' υμων ειμι πάσας τας ημέρας εως της συντελείας του αιωνος. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου