Τετάρτη, 26 Δεκεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
17:1 Ειπεν δε προς τους μαθητας αυτου, Ανένδεκτόν εστιν του τα σκάνδαλα μη ελθειν, πλην ουαι δι' ου ερχεται. 2 λυσιτελει αυτω ει λίθος μυλικος περίκειται περι τον τράχηλον αυτου και ερριπται εις την θάλασσαν η ινα σκανδαλίση των μικρων τούτων ενα. 3 προσέχετε εαυτοις. εαν αμάρτη ο αδελφός σου επιτίμησον αυτω, και εαν μετανοήση αφες αυτω. 4 και εαν επτάκις της ημέρας αμαρτήση εις σε και επτάκις επιστρέψη προς σε λέγων, Μετανοω, αφήσεις αυτω. 5 Και ειπαν οι απόστολοι τω κυρίω, Πρόσθες ημιν πίστιν. 6 ειπεν δε ο κύριος, Ει εχετε πίστιν ως κόκκον σινάπεως, ελέγετε αν τη συκαμίνω ταύτη, Εκριζώθητι και φυτεύθητι εν τη θαλάσση. και υπήκουσεν αν υμιν. 7 Τίς δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαίνοντα, ος εισελθόντι εκ του αγρου ερει αυτω, Ευθέως παρελθων ανάπεσε, 8 αλλ ουχι ερει αυτω, Ετοίμασον τί δειπνήσω, και περιζωσάμενος διακόνει μοι εως φάγω και πίω, και μετα ταυτα φάγεσαι και πίεσαι σύ; 9 μη εχει χάριν τω δούλω οτι εποίησεν τα διαταχθέντα; 10 ουτως και υμεις, οταν ποιήσητε πάντα τα διαταχθέντα υμιν, λέγετε οτι Δουλοι αχρειοί εσμεν, ο ωφείλομεν ποιησαι πεποιήκαμεν. 11 Και εγένετο εν τω πορεύεσθαι εις Ιερουσαλημ και αυτος διήρχετο δια μέσον Σαμαρείας και Γαλιλαίας. 12 και εισερχομένου αυτου εις τινα κώμην απήντησαν αυτω δέκα λεπροι ανδρες, οι εστησαν πόρρωθεν, 13 και αυτοι ηραν φωνην λέγοντες, Ιησου επιστάτα, ελέησον ημας. 14 και ιδων ειπεν αυτοις, Πορευθέντες επιδείξατε εαυτους τοις ιερευσιν. και εγένετο εν τω υπάγειν αυτους εκαθαρίσθησαν. 15 εις δε εξ αυτων, ιδων οτι ιάθη, υπέστρεψεν μετα φωνης μεγάλης δοξάζων τον θεόν, 16 και επεσεν επι πρόσωπον παρα τους πόδας αυτου ευχαριστων αυτω. και αυτος ην Σαμαρίτης. 17 αποκριθεις δε ο Ιησους ειπεν, Ουχι οι δέκα εκαθαρίσθησαν; οι δε εννέα που; 18 ουχ ευρέθησαν υποστρέψαντες δουναι δόξαν τω θεω ει μη ο αλλογενης ουτος; 19 και ειπεν αυτω, Αναστας πορεύου. η πίστις σου σέσωκέν σε. 20 Επερωτηθεις δε υπο των Φαρισαίων πότε ερχεται η βασιλεία του θεου απεκρίθη αυτοις και ειπεν, Ουκ ερχεται η βασιλεία του θεου μετα παρατηρήσεως, 21 ουδε ερουσιν, Ιδου ωδε. η, Εκει. ιδου γαρ η βασιλεία του θεου εντος υμων εστιν. 22 Ειπεν δε προς τους μαθητάς, Ελεύσονται ημέραι οτε επιθυμήσετε μίαν των ημερων του υιου του ανθρώπου ιδειν και ουκ οψεσθε. 23 και ερουσιν υμιν, Ιδου εκει. η, Ιδου ωδε. μη απέλθητε μηδε διώξητε. 24 ωσπερ γαρ η αστραπη αστράπτουσα εκ της υπο τον ουρανον εις την υπ' ουρανον λάμπει, ουτως εσται ο υιος του ανθρώπου εν τη ημέρα αυτου. 25 πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταύτης. 26 και καθως εγένετο εν ταις ημέραις Νωε, ουτως εσται και εν ταις ημέραις του υιου του ανθρώπου. 27 ησθιον, επινον, εγάμουν, εγαμίζοντο, αχρι ης ημέρας εισηλθεν Νωε εις την κιβωτόν, και ηλθεν ο κατακλυσμος και απώλεσεν πάντας. 28 ομοίως καθως εγένετο εν ταις ημέραις Λώτ. ησθιον, επινον, ηγόραζον, επώλουν, εφύτευον, ωκοδόμουν. 29 η δε ημέρα εξηλθεν Λωτ απο Σοδόμων, εβρεξεν πυρ και θειον απ' ουρανου και απώλεσεν πάντας. 30 κατα τα αυτα εσται η ημέρα ο υιος του ανθρώπου αποκαλύπτεται. 31 εν εκείνη τη ημέρα ος εσται επι του δώματος και τα σκεύη αυτου εν τη οικία, μη καταβάτω αραι αυτά, και ο εν αγρω ομοίως μη επιστρεψάτω εις τα οπίσω. 32 μνημονεύετε της γυναικος Λώτ. 33 ος εαν ζητήση την ψυχην αυτου περιποιήσασθαι απολέσει αυτήν, ος δ αν απολέση ζωογονήσει αυτήν. 34 λέγω υμιν, ταύτη τη νυκτι εσονται δύο επι κλίνης μιας, ο εις παραλημφθήσεται και ο ετερος αφεθήσεται. 35 εσονται δύο αλήθουσαι επι το αυτό, η μία παραλημφθήσεται η δε ετέρα αφεθήσεται. 36 37 και αποκριθέντες λέγουσιν αυτω, Που, κύριε; ο δε ειπεν αυτοις, Οπου το σωμα, εκει και οι αετοι επισυναχθήσονται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου