Παρασκευή, 12 Απριλίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ


  Αρχαίο Κείμενο 
 10:1 Αμην αμην λέγω υμιν, ο μη εισερχόμενος δια της θύρας εις την αυλην των προβάτων αλλα αναβαίνων αλλαχόθεν εκεινος κλέπτης εστιν και ληστής. 2 ο δε εισερχόμενος δια της θύρας ποιμήν εστιν των προβάτων. 3 τούτω ο θυρωρος ανοίγει, και τα πρόβατα της φωνης αυτου ακούει, και τα ιδια πρόβατα φωνει κατ' ονομα και εξάγει αυτά. 4 οταν τα ιδια πάντα εκβάλη, εμπροσθεν αυτων πορεύεται, και τα πρόβατα αυτω ακολουθει, οτι οιδασιν την φωνην αυτου. 5 αλλοτρίω δε ου μη ακολουθήσουσιν αλλα φεύξονται απ' αυτου, οτι ουκ οιδασιν των αλλοτρίων την φωνήν. 6 Ταύτην την παροιμίαν ειπεν αυτοις ο Ιησους. εκεινοι δε ουκ εγνωσαν τίνα ην α ελάλει αυτοις. 7 Ειπεν ουν πάλιν ο Ιησους, Αμην αμην λέγω υμιν οτι εγώ ειμι η θύρα των προβάτων. 8 πάντες οσοι ηλθον προ εμου κλέπται εισιν και λησταί. αλλ ουκ ηκουσαν αυτων τα πρόβατα. 9 εγώ ειμι η θύρα. δι' εμου εάν τις εισέλθη σωθήσεται και εισελεύσεται και εξελεύσεται και νομην ευρήσει. 10 ο κλέπτης ουκ ερχεται ει μη ινα κλέψη και θύση και απολέση. εγω ηλθον ινα ζωην εχωσιν και περισσον εχωσιν. 11 Εγώ ειμι ο ποιμην ο καλός. ο ποιμην ο καλος την ψυχην αυτου τίθησιν υπερ των προβάτων. 12 ο μισθωτος και ουκ ων ποιμήν, ου ουκ εστιν τα πρόβατα ιδια, θεωρει τον λύκον ερχόμενον και αφίησιν τα πρόβατα και φεύγει,ι και ο λύκος αρπάζει αυτα και σκορπίζει,ι 13 οτι μισθωτός εστιν και ου μέλει αυτω περι των προβάτων. 14 Εγώ ειμι ο ποιμην ο καλός, και γινώσκω τα εμα και γινώσκουσί με τα εμά, 15 καθως γινώσκει με ο πατηρ καγω γινώσκω τον πατέρα. και την ψυχήν μου τίθημι υπερ των προβάτων. 16 και αλλα πρόβατα εχω α ουκ εστιν εκ της αυλης ταύτης. κακεινα δει με αγαγειν, και της φωνης μου ακούσουσιν, και γενήσονται μία ποίμνη, εις ποιμήν. 17 δια τουτό με ο πατηρ αγαπα οτι εγω τίθημι την ψυχήν μου, ινα πάλιν λάβω αυτήν. 18 ουδεις αιρει αυτην απ' εμου, αλλ' εγω τίθημι αυτην απ' εμαυτου. εξουσίαν εχω θειναι αυτήν, και εξουσίαν εχω πάλιν λαβειν αυτήν. ταύτην την εντολην ελαβον παρα του πατρός μου. 19 Σχίσμα πάλιν εγένετο εν τοις Ιουδαίοις δια τους λόγους τούτους. 20 ελεγον δε πολλοι εξ αυτων, Δαιμόνιον εχει και μαίνεται. τί αυτου ακούετε; 21 αλλοι ελεγον, Ταυτα τα ρήματα ουκ εστιν δαιμονιζομένου. μη δαιμόνιον δύναται τυφλων οφθαλμους ανοιξαι; 22 Εγένετο τότε τα εγκαίνια εν τοις Ιεροσολύμοις. χειμων ην, 23 και περιεπάτει ο Ιησους εν τω ιερω εν τη στοα του Σολομωνος. 24 εκύκλωσαν ουν αυτον οι Ιουδαιοι και ελεγον αυτω, Εως πότε την ψυχην ημων αιρεις; ει συ ει ο Χριστός, ειπε ημιν παρρησία. 25 απεκρίθη αυτοις ο Ιησους, Ειπον υμιν και ου πιστεύετε. τα εργα α εγω ποιω εν τω ονόματι του πατρός μου ταυτα μαρτυρει περι εμου. 26 αλλα υμεις ου πιστεύετε, οτι ουκ εστε εκ των προβάτων των εμων. 27 τα πρόβατα τα εμα της φωνης μου ακούουσιν, καγω γινώσκω αυτά, και ακολουθουσίν μοι, 28 καγω δίδωμι αυτοις ζωην αιώνιον, και ου μη απόλωνται εις τον αιωνα, και ουχ αρπάσει τις αυτα εκ της χειρός μου. 29 ο πατήρ μου ο δέδωκέν μοι πάντων μειζόν εστιν, και ουδεις δύναται αρπάζειν εκ της χειρος του πατρός. 30 εγω και ο πατηρ εν εσμεν. 31 Εβάστασαν πάλιν λίθους οι Ιουδαιοι ινα λιθάσωσιν αυτόν. 32 απεκρίθη αυτοις ο Ιησους, Πολλα εργα καλα εδειξα υμιν εκ του πατρός. δια ποιον αυτων εργον εμε λιθάζετε; 33 απεκρίθησαν αυτω οι Ιουδαιοι, Περι καλου εργου ου λιθάζομέν σε αλλα περι βλασφημίας, και οτι συ ανθρωπος ων ποιεις σεαυτον θεόν. 34 απεκρίθη αυτοις ο Ιησους, Ουκ εστιν γεγραμμένον εν τω νόμω υμων οτι Εγω ειπα, Θεοί εστε; 35 ει εκείνους ειπεν θεους προς ους ο λόγος του θεου εγένετο, και ου δύναται λυθηναι η γραφή, 36 ον ο πατηρ ηγίασεν και απέστειλεν εις τον κόσμον υμεις λέγετε οτι Βλασφημεις, οτι ειπον, Υιος του θεου ειμι; 37 ει ου ποιω τα εργα του πατρός μου, μη πιστεύετέ μοι. 38 ει δε ποιω, καν εμοι μη πιστεύητε, τοις εργοις πιστεύετε, ινα γνωτε και γινώσκητε οτι εν εμοι ο πατηρ καγω εν τω πατρί. 39 Εζήτουν ουν αυτον πάλιν πιάσαι. και εξηλθεν εκ της χειρος αυτων. 40 Και απηλθεν πάλιν πέραν του Ιορδάνου εις τον τόπον οπου ην Ιωάννης το πρωτον βαπτίζων, και εμεινεν εκει. 41 και πολλοι ηλθον προς αυτον και ελεγον οτι Ιωάννης μεν σημειον εποίησεν ουδέν, πάντα δε οσα ειπεν Ιωάννης περι τούτου αληθη ην. 42 και πολλοι επίστευσαν εις αυτον εκει. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου