Σάββατο, 8 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
5:1 Ιδων δε τους οχλους ανέβη εις το ορος. και καθίσαντος αυτου προσηλθαν αυτω οι μαθηται αυτου. 2 και ανοίξας το στόμα αυτου εδίδασκεν αυτους λέγων, 3 Μακάριοι οι πτωχοι τω πνεύματι, οτι αυτων εστιν η βασιλεία των ουρανων. 4 μακάριοι οι πενθουντες, οτι αυτοι παρακληθήσονται. 5 μακάριοι οι πραεις, οτι αυτοι κληρονομήσουσιν την γην. 6 μακάριοι οι πεινωντες και διψωντες την δικαιοσύνην, οτι αυτοι χορτασθήσονται. 7 μακάριοι οι ελεήμονες, οτι αυτοι ελεηθήσονται. 8 μακάριοι οι καθαροι τη καρδία, οτι αυτοι τον θεον οψονται. 9 μακάριοι οι ειρηνοποιοί, οτι αυτοι υιοι θεου κληθήσονται. 10 μακάριοι οι δεδιωγμένοι ενεκεν δικαιοσύνης, οτι αυτων εστιν η βασιλεία των ουρανων. 11 μακάριοί εστε οταν ονειδίσωσιν υμας και διώξωσιν και ειπωσιν παν πονηρον καθ υμων ψευδόμενοι ενεκεν εμου. 12 χαίρετε και αγαλλιασθε, οτι ο μισθος υμων πολυς εν τοις ουρανοις. ουτως γαρ εδίωξαν τους προφήτας τους προ υμων. 13 Υμεις εστε το αλας της γης. εαν δε το αλας μωρανθη, εν τίνι αλισθήσεται; εις ουδεν ισχύει ετι ει μη βληθεν εξω καταπατεισθαι υπο των ανθρώπων. 14 Υμεις εστε το φως του κόσμου. ου δύναται πόλις κρυβηναι επάνω ορους κειμένη. 15 ουδε καίουσιν λύχνον και τιθέασιν αυτον υπο τον μόδιον αλλ επι την λυχνίαν, και λάμπει πασιν τοις εν τη οικία. 16 ουτως λαμψάτω το φως υμων εμπροσθεν των ανθρώπων, οπως ιδωσιν υμων τα καλα εργα και δοξάσωσιν τον πατέρα υμων τον εν τοις ουρανοις. 17 Μη νομίσητε οτι ηλθον καταλυσαι τον νόμον η τους προφήτας. ουκ ηλθον καταλυσαι αλλα πληρωσαι. 18 αμην γαρ λέγω υμιν, εως αν παρέλθη ο ουρανος και η γη, ιωτα εν η μία κεραία ου μη παρέλθη απο του νόμου εως αν πάντα γένηται. 19 ος εαν ουν λύση μίαν των εντολων τούτων των ελαχίστων και διδάξη ουτως τους ανθρώπους, ελάχιστος κληθήσεται εν τη βασιλεία των ουρανων. ος δ αν ποιήση και διδάξη, ουτος μέγας κληθήσεται εν τη βασιλεία των ουρανων. 20 λέγω γαρ υμιν οτι εαν μη περισσεύση υμων η δικαιοσύνη πλειον των γραμματέων και Φαρισαίων, ου μη εισέλθητε εις την βασιλείαν των ουρανων. 21 Ηκούσατε οτι ερρέθη τοις αρχαίοις, Ου φονεύσεις. ος δ αν φονεύση, ενοχος εσται τη κρίσει. 22 εγω δε λέγω υμιν οτι πας ο οργιζόμενος τω αδελφω αυτου ενοχος εσται τη κρίσει. ος δ αν ειπη τω αδελφω αυτου, Ρακά, ενοχος εσται τω συνεδρίω. ος δ αν ειπη, Μωρέ, ενοχος εσται εις την γέενναν του πυρός. 23 εαν ουν προσφέρης το δωρόν σου επι το θυσιαστήριον κακει μνησθης οτι ο αδελφός σου εχει τι κατα σου, 24 αφες εκει το δωρόν σου εμπροσθεν του θυσιαστηρίου, και υπαγε πρωτον διαλλάγηθι τω αδελφω σου, και τότε ελθων πρόσφερε το δωρόν σου. 25 ισθι ευνοων τω αντιδίκω σου ταχυ εως οτου ει μετ αυτου εν τη οδω, μήποτέ σε παραδω ο αντίδικος τω κριτη, και ο κριτης τω υπηρέτη, και εις φυλακην βληθήση. 26 αμην λέγω σοι, ου μη εξέλθης εκειθεν εως αν αποδως τον εσχατον κοδράντην. 27 Ηκούσατε οτι ερρέθη, Ου μοιχεύσεις. 28 εγω δε λέγω υμιν οτι πας ο βλέπων γυναικα προς το επιθυμησαι αυτην ηδη εμοίχευσεν αυτην εν τη καρδία αυτου. 29 ει δε ο οφθαλμός σου ο δεξιος σκανδαλίζει σε, εξελε αυτον και βάλε απο σου. συμφέρει γάρ σοι ινα απόληται εν των μελων σου και μη ολον το σωμά σου βληθη εις γέενναν. 30 και ει η δεξιά σου χειρ σκανδαλίζει σε, εκκοψον αυτην και βάλε απο σου. συμφέρει γάρ σοι ινα απόληται εν των μελων σου και μη ολον το σωμά σου εις γέενναν απέλθη. 31 Ερρέθη δέ, Ος αν απολύση την γυναικα αυτου, δότω αυτη αποστάσιον. 32 εγω δε λέγω υμιν οτι πας ο απολύων την γυναικα αυτου παρεκτος λόγου πορνείας ποιει αυτην μοιχευθηναι, και ος εαν απολελυμένην γαμήση μοιχαται. 33 Πάλιν ηκούσατε οτι ερρέθη τοις αρχαίοις, Ουκ επιορκήσεις, αποδώσεις δε τω κυρίω τους ορκους σου. 34 εγω δε λέγω υμιν μη ομόσαι ολως. μήτε εν τω ουρανω, οτι θρόνος εστιν του θεου. 35 μήτε εν τη γη, οτι υποπόδιόν εστιν των ποδων αυτου. μήτε εις Ιεροσόλυμα, οτι πόλις εστιν του μεγάλου βασιλέως. 36 μήτε εν τη κεφαλη σου ομόσης, οτι ου δύνασαι μίαν τρίχα λευκην ποιησαι η μέλαιναν. 37 εστω δε ο λόγος υμων ναι ναί, ου ου. το δε περισσον τούτων εκ του πονηρου εστιν. 38 Ηκούσατε οτι ερρέθη, Οφθαλμον αντι οφθαλμου και οδόντα αντι οδόντος. 39 εγω δε λέγω υμιν μη αντιστηναι τω πονηρω. αλλ οστις σε ραπίζει εις την δεξιαν σιαγόνα σου, στρέψον αυτω και την αλλην. 40 και τω θέλοντί σοι κριθηναι και τον χιτωνά σου λαβειν, αφες αυτω και το ιμάτιον. 41 και οστις σε αγγαρεύσει μίλιον εν, υπαγε μετ αυτου δύο. 42 τω αιτουντί σε δός, και τον θέλοντα απο σου δανίσασθαι μη αποστραφης. 43 Ηκούσατε οτι ερρέθη, Αγαπήσεις τον πλησίον σου και μισήσεις τον εχθρόν σου. 44 εγω δε λέγω υμιν, αγαπατε τους εχθρους υμων και προσεύχεσθε υπερ των διωκόντων υμας, 45 οπως γένησθε υιοι του πατρος υμων του εν ουρανοις, οτι τον ηλιον αυτου ανατέλλει επι πονηρους και αγαθους και βρέχει επι δικαίους και αδίκους. 46 εαν γαρ αγαπήσητε τους αγαπωντας υμας, τίνα μισθον εχετε; ουχι και οι τελωναι το αυτο ποιουσιν; 47 και εαν ασπάσησθε τους αδελφους υμων μόνον, τί περισσον ποιειτε; ουχι και οι εθνικοι το αυτο ποιουσιν; 48 Εσεσθε ουν υμεις τέλειοι ως ο πατηρ υμων ο ουράνιος τέλειός εστιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου