Τετάρτη, 12 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
9:1 Και εμβας εις πλοιον διεπέρασεν και ηλθεν εις την ιδίαν πόλιν. 2 και ιδου προσέφερον αυτω παραλυτικον επι κλίνης βεβλημένον. και ιδων ο Ιησους την πίστιν αυτων ειπεν τω παραλυτικω, Θάρσει, τέκνον. αφίενταί σου αι αμαρτίαι. 3 και ιδού τινες των γραμματέων ειπαν εν εαυτοις, Ουτος βλασφημει. 4 και ιδων ο Ιησους τας ενθυμήσεις αυτων ειπεν, Ινατί ενθυμεισθε πονηρα εν ταις καρδίαις υμων; 5 τί γάρ εστιν ευκοπώτερον, ειπειν, Αφίενταί σου αι αμαρτίαι, η ειπειν, Εγειρε και περιπάτει; 6 ινα δε ειδητε οτι εξουσίαν εχει ο υιος του ανθρώπου επι της γης αφιέναι αμαρτίας,ς τότε λέγει τω παραλυτικω, Εγερθεις αρόν σου την κλίνην και υπαγε εις τον οικόν σου. 7 και εγερθεις απηλθεν εις τον οικον αυτου. 8 ιδόντες δε οι οχλοι εφοβήθησαν και εδόξασαν τον θεον τον δόντα εξουσίαν τοιαύτην τοις ανθρώποις. 9 Και παράγων ο Ιησους εκειθεν ειδεν ανθρωπον καθήμενον επι το τελώνιον, Μαθθαιον λεγόμενον, και λέγει αυτω, Ακολούθει μοι. και αναστας ηκολούθησεν αυτω. 10 Και εγένετο αυτου ανακειμένου εν τη οικία, και ιδου πολλοι τελωναι και αμαρτωλοι ελθόντες συνανέκειντο τω Ιησου και τοις μαθηταις αυτου. 11 και ιδόντες οι Φαρισαιοι ελεγον τοις μαθηταις αυτου, Δια τί μετα των τελωνων και αμαρτωλων εσθίει ο διδάσκαλος υμων; 12 ο δε ακούσας ειπεν, Ου χρείαν εχουσιν οι ισχύοντες ιατρου αλλ οι κακως εχοντες. 13 πορευθέντες δε μάθετε τί εστιν, Ελεος θέλω και ου θυσίαν. ου γαρ ηλθον καλέσαι δικαίους αλλα αμαρτωλούς. 14 Τότε προσέρχονται αυτω οι μαθηται Ιωάννου λέγοντες, Δια τί ημεις και οι Φαρισαιοι νηστεύομεν πολλά, οι δε μαθηταί σου ου νηστεύουσιν; 15 και ειπεν αυτοις ο Ιησους, Μη δύνανται οι υιοι του νυμφωνος πενθειν εφ' οσον μετ' αυτων εστιν ο νυμφίος; ελεύσονται δε ημέραι οταν απαρθη απ' αυτων ο νυμφίος, και τότε νηστεύσουσιν. 16 ουδεις δε επιβάλλει επίβλημα ράκους αγνάφου επι ιματίω παλαιω. αιρει γαρ το πλήρωμα αυτου απο του ιματίου, και χειρον σχίσμα γίνεται. 17 ουδε βάλλουσιν οινον νέον εις ασκους παλαιούς. ει δε μή γε, ρήγνυνται οι ασκοί, και ο οινος εκχειται και οι ασκοι απόλλυνται. αλλα βάλλουσιν οινον νέον εις ασκους καινούς, και αμφότεροι συντηρουνται. 18 Ταυτα αυτου λαλουντος αυτοις ιδου αρχων εις ελθων προσεκύνει αυτω λέγων οτι Η θυγάτηρ μου αρτι ετελεύτησεν. αλλα ελθων επίθες την χειρά σου επ' αυτήν, και ζήσεται. 19 και εγερθεις ο Ιησους ηκολούθησεν αυτω και οι μαθηται αυτου. 20 Και ιδου γυνη αιμορροουσα δώδεκα ετη προσελθουσα οπισθεν ηψατο του κρασπέδου του ιματίου αυτου. 21 ελεγεν γαρ εν εαυτη, Εαν μόνον αψωμαι του ιματίου αυτου σωθήσομαι. 22 ο δε Ιησους στραφεις και ιδων αυτην ειπεν, Θάρσει, θύγατερ. η πίστις σου σέσωκέν σε. και εσώθη η γυνη απο της ωρας εκείνης. 23 Και ελθων ο Ιησους εις την οικίαν του αρχοντος και ιδων τους αυλητας και τον οχλον θορυβούμενον 24 ελεγεν, Αναχωρειτε, ου γαρ απέθανεν το κοράσιον αλλα καθεύδει. και κατεγέλων αυτου. 25 οτε δε εξεβλήθη ο οχλος, εισελθων εκράτησεν της χειρος αυτης, και ηγέρθη το κοράσιον. 26 και εξηλθεν η φήμη αυτη εις ολην την γην εκείνην. 27 Και παράγοντι εκειθεν τω Ιησου ηκολούθησαν αυτω δύο τυφλοι κράζοντες και λέγοντες, Ελέησον ημας, υιος Δαυίδ. 28 ελθόντι δε εις την οικίαν προσηλθον αυτω οι τυφλοί, και λέγει αυτοις ο Ιησους, Πιστεύετε οτι δύναμαι τουτο ποιησαι; λέγουσιν αυτω, Ναί, κύριε. 29 τότε ηψατο των οφθαλμων αυτων λέγων, Κατα την πίστιν υμων γενηθήτω υμιν. 30 και ηνεώχθησαν αυτων οι οφθαλμοί. και ενεβριμήθη αυτοις ο Ιησους λέγων, Ορατε μηδεις γινωσκέτω. 31 οι δε εξελθόντες διεφήμισαν αυτον εν ολη τη γη εκείνη. 32 Αυτων δε εξερχομένων ιδου προσήνεγκαν αυτω ανθρωπον κωφον δαιμονιζόμενον. 33 και εκβληθέντος του δαιμονίου ελάλησεν ο κωφός. και εθαύμασαν οι οχλοι λέγοντες, Ουδέποτε εφάνη ουτως εν τω Ισραήλ. 34 οι δε Φαρισαιοι ελεγον, Εν τω αρχοντι των δαιμονίων εκβάλλει τα δαιμόνια. 35 Και περιηγεν ο Ιησους τας πόλεις πάσας και τας κώμας, διδάσκων εν ταις συναγωγαις αυτων και κηρύσσων το ευαγγέλιον της βασιλείας και θεραπεύων πασαν νόσον και πασαν μαλακίαν. 36 Ιδων δε τους οχλους εσπλαγχνίσθη περι αυτων οτι ησαν εσκυλμένοι και ερριμμένοι ωσει πρόβατα μη εχοντα ποιμένα. 37 τότε λέγει τοις μαθηταις αυτου, Ο μεν θερισμος πολύς, οι δε εργάται ολίγοι. 38 δεήθητε ουν του κυρίου του θερισμου οπως εκβάλη εργάτας εις τον θερισμον αυτου. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου