Τετάρτη, 26 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
20:1 Ομοία γάρ εστιν η βασιλεία των ουρανων ανθρώπω οικοδεσπότη οστις εξηλθεν αμα πρωϊ μισθώσασθαι εργάτας εις τον αμπελωνα αυτου. 2 συμφωνήσας δε μετα των εργατων εκ δηναρίου την ημέραν απέστειλεν αυτους εις τον αμπελωνα αυτου. 3 και εξελθων περι τρίτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργούς. 4 και εκείνοις ειπεν, Υπάγετε και υμεις εις τον αμπελωνα, και ο εαν η δίκαιον δώσω υμιν. 5 οι δε απηλθον. πάλιν δε εξελθων περι εκτην και ενάτην ωραν εποίησεν ωσαύτως. 6 περι δε την ενδεκάτην εξελθων ευρεν αλλους εστωτας, και λέγει αυτοις, Τί ωδε εστήκατε ολην την ημέραν αργοί; 7 λέγουσιν αυτω, Οτι ουδεις ημας εμισθώσατο. λέγει αυτοις, Υπάγετε και υμεις εις τον αμπελωνα. 8 οψίας δε γενομένης λέγει ο κύριος του αμπελωνος τω επιτρόπω αυτου, Κάλεσον τους εργάτας και απόδος αυτοις τον μισθον αρξάμενος απο των εσχάτων εως των πρώτων. 9 και ελθόντες οι περι την ενδεκάτην ωραν ελαβον ανα δηνάριον. 10 και ελθόντες οι πρωτοι ενόμισαν οτι πλειον λήμψονται. και ελαβον το ανα δηνάριον και αυτοί. 11 λαβόντες δε εγόγγυζον κατα του οικοδεσπότου 12 λέγοντες, Ουτοι οι εσχατοι μίαν ωραν εποίησαν, και ισους ημιν αυτους εποίησας τοις βαστάσασι το βάρος της ημέρας και τον καύσωνα. 13 ο δε αποκριθεις ενι αυτων ειπεν, Εταιρε, ουκ αδικω σε. ουχι δηναρίου συνεφώνησάς μοι; 14 αρον το σον και υπαγε. θέλω δε τούτω τω εσχάτω δουναι ως και σοί. 15 η ουκ εξεστίν μοι ο θέλω ποιησαι εν τοις εμοις; η ο οφθαλμός σου πονηρός εστιν οτι εγω αγαθός ειμι; 16 Ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι. 17 Και αναβαίνων ο Ιησους εις Ιεροσόλυμα παρέλαβεν τους δώδεκα μαθητας κατ' ιδίαν, και εν τη οδω ειπεν αυτοις, 18 Ιδου αναβαίνομεν εις Ιεροσόλυμα, και ο υιος του ανθρώπου παραδοθήσεται τοις αρχιερευσιν και γραμματευσιν, και κατακρινουσιν αυτον θανάτω, 19 και παραδώσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι, και τη τρίτη ημέρα εγερθήσεται. 20 Τότε προσηλθεν αυτω η μήτηρ των υιων Ζεβεδαίου μετα των υιων αυτης προσκυνουσα και αιτουσά τι απ' αυτου. 21 ο δε ειπεν αυτη, Τί θέλεις; λέγει αυτω, Ειπε ινα καθίσωσιν ουτοι οι δύο υιοί μου εις εκ δεξιων σου και εις εξ ευωνύμων σου εν τη βασιλεία σου. 22 αποκριθεις δε ο Ιησους ειπεν, Ουκ οιδατε τί αιτεισθε. δύνασθε πιειν το ποτήριον ο εγω μέλλω πίνειν; λέγουσιν αυτω, Δυνάμεθα. 23 λέγει αυτοις, Το μεν ποτήριόν μου πίεσθε, το δε καθίσαι εκ δεξιων μου και εξ ευωνύμων ουκ εστιν εμον τουτο δουναι, αλλ οις ητοίμασται υπο του πατρός μου. 24 Και ακούσαντες οι δέκα ηγανάκτησαν περι των δύο αδελφων. 25 ο δε Ιησους προσκαλεσάμενος αυτους ειπεν, Οιδατε οτι οι αρχοντες των εθνων κατακυριεύουσιν αυτων και οι μεγάλοι κατεξουσιάζουσιν αυτων. 26 ουχ ουτως εσται εν υμιν. αλλ ος εαν θέλη εν υμιν μέγας γενέσθαι εσται υμων διάκονος, 27 και ος αν θέλη εν υμιν ειναι πρωτος εσται υμων δουλος. 28 ωσπερ ο υιος του ανθρώπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λύτρον αντι πολλων. 29 Και εκπορευομένων αυτων απο Ιεριχω ηκολούθησεν αυτω οχλος πολύς. 30 και ιδου δύο τυφλοι καθήμενοι παρα την οδόν, ακούσαντες οτι Ιησους παράγει, εκραξαν λέγοντες, Ελέησον ημας, κύριε, υιος Δαυίδ. 31 ο δε οχλος επετίμησεν αυτοις ινα σιωπήσωσιν. οι δε μειζον εκραξαν λέγοντες, Ελέησον ημας, κύριε, υιος Δαυίδ. 32 και στας ο Ιησους εφώνησεν αυτους και ειπεν, Τί θέλετε ποιήσω υμιν; 33 λέγουσιν αυτω, Κύριε, ινα ανοιγωσιν οι οφθαλμοι ημων. 34 σπλαγχνισθεις δε ο Ιησους ηψατο των ομμάτων αυτων, και ευθέως ανέβλεψαν και ηκολούθησαν αυτω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου